← 新约圣经

约翰福音

§21.1-21.25

提比哩亚海边的显现与托付彼得

复活的耶稣在提比哩亚海边向门徒显现,使他们捕得满网大鱼并一同吃早饭,三次嘱托彼得喂养羊群并预言其结局,澄清关于那所爱门徒的传闻,最终确证见证的真实并总结全书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ΜΕΤΑ ΤΑΥΤΑ ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.

这些事以后,耶稣在提比哩亚海边又向门徒显现;他显现的经过是这样:

§21.2

Ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.

西门彼得、称为低土马的多马、加利利的迦拿人拿但业、西庇太的儿子们,还有别的两个门徒,都在一处。

§21.3

λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθαν καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.

西门彼得对他们说:“我打鱼去。”他们对他说:“我们也和你同去。”他们就出去,上了船;那一夜并没有打着什么。

§21.4

πρωίας δὲ ἤδη γινομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστίν.

天刚亮的时候,耶稣站在岸上,门徒却不知道是耶稣。

§21.5

λέγει οὖν αὐτοῖς Ἰησοῦς Παιδία, μή τι προσφάγιον ἔχετε;

耶稣就对他们说:“孩子们,你们有吃的没有?”

§21.6

ἀπεκρίθησαν αὐτῷ Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.

他们回答他说:“没有。”耶稣对他们说:“你们把网撒在船的右边,就必得着。”他们便撒下网去,竟拉不上来了,因为鱼甚多。

§21.7

λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.

耶稣所爱的那个门徒对彼得说:“是主!”西门彼得听见是主,就束上一件外衣(因为他是赤着身子),跳进海里;其余的门徒却坐着小船来,把那网鱼拉过来,因为离岸不远,不过约有二百肘。

§21.9

Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.

他们上了岸,就看见那里有炭火,上面放着鱼,又有饼。

§21.10

λέγει αὐτοῖς [ὁ] Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.

耶稣对他们说:“把你们刚才打的鱼拿几条来。”

§21.11

ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.

西门彼得就上船,把网拉到岸上,那网满了大鱼,共一百五十三条;虽然这样多,网却没有破。

§21.12

λέγει αὐτοῖς [ὁ] Ἰησοῦς Δεῦτε ἀριστήσατε. οὐδεὶς ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.

耶稣对他们说:“你们来吃早饭。”门徒中没有一个敢问他“你是谁?”因为知道是主。

§21.13

ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.

耶稣过来,拿饼分给他们,也照样拿鱼分给他们。

§21.14

Τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.

这是耶稣从死里复活以后,第三次向门徒显现。

§21.15

Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς Σίμων Ἰωάνου, ἀγαπᾷς με πλέον τούτων;1 λέγει αὐτῷ Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου.

他们吃完了早饭,耶稣对西门彼得说:“约翰的儿子西门,你爱我比这些更深吗?”彼得对他说:“主啊,是的,你知道我爱你。”耶稣对他说:“你喂养我的小羊。”

§21.16

λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάνου, ἀγαπᾷς με; λέγει αὐτῷ Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ Ποίμαινε τὰ προβάτιά μου.

耶稣第二次又对他说:“约翰的儿子西门,你爱我吗?”彼得对他说:“主啊,是的,你知道我爱你。”耶稣对他说:“你牧养我的羊。”

§21.17

λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάνου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με; καὶ εἶπεν αὐτῷ Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ Ἰησοῦς Βόσκε τὰ προβάτιά μου.

耶稣第三次对他说:“约翰的儿子西门,你爱我吗?”彼得因为耶稣第三次对他说“你爱我吗”,就忧愁,对耶稣说:“主啊,你是无所不知的,你知道我爱你。”耶稣对他说:“你喂养我的羊。

§21.18

ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσει σε καὶ οἴσει ὅπου οὐ θέλεις.

我实实在在地告诉你,你年轻的时候,自己束上带子,随意往来;但年老的时候,你要伸出手来,别人要把你束上,带你到不愿意去的地方。”

§21.19

τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι.

耶稣说这话,是指明彼得要怎样死荣耀神。说了这话,就对他说:“你跟从我吧。”

§21.20

Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;

彼得转过身来,看见耶稣所爱的那门徒跟着,就是在晚席上靠着耶稣胸膛说“主啊,卖你的是谁”的那门徒。

§21.21

τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε, οὗτος δὲ τί;

彼得看见他,就对耶稣说:“主啊,这人怎么样?”

§21.22

λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;2 σύ μοι ἀκολούθει.

耶稣对他说:“我若要他留着直到我来,与你何干?你跟从我吧。”

§21.23

Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει. οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλʼ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

于是这话在弟兄中间传开,说那门徒不死。其实耶稣并没有对他说他不死,乃是说:“我若要他留着直到我来,与你何干?”

§21.24

Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.

为这些事作见证,并且记载这些事的,就是这门徒;我们也知道他的见证是真的。

§21.25

Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.3

耶稣所行的事还有许多,若是一一地都写出来,我想,所写的书就是世界也容不下了。

语法注3 条
  1. 21.15πλέον τούτων

    比较属格τούτων在句法上有两种可能:(1) 作阳性复数,意为“比这些人(爱我更深)”;(2) 作中性复数,意为“比这些东西(船只、捕鱼生活等)更深”。鉴于上文门徒同聚的语境及彼得此前自表忠心的背景,通常采纳(1),指比其他门徒更为爱主。

  2. 21.22τί πρὸς σέ;

    省略系词ἐστίν的习惯表达。前置词πρός加宾格(σέ)表示涉及或关联的对象,构成反问:“那与你有何相干?”

  3. 21.25οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία

    由动词οἶμαι支配的宾格不定式结构(Accusativus cum Infinitivo)。出现词序倒置(hyperbaton),宾格主词αὐτὸν τὸν κόσμον(世界本身)分置于插入语οἶμαι前后,而τὰ γραφόμενα βιβλία(所写的书)是不定式χωρήσειν(容纳、容下)的宾格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:21.1-21.25