← 新约圣经

约翰福音

§19.23-19.42

耶稣之死与安葬

耶稣在十字架上被分外衣,将母亲托付给所爱的门徒,宣布“成了”后断气。士兵刺穿他的肋旁,随后亚利马太的约瑟和尼哥德慕将他的遗体安葬在园中的新墓里。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.23

Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσερα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου·

兵士们既钉耶稣在十字架上,就拿了他的衣服分成四分,每兵一分;又拿了他的内衣。这件内衣没有缝儿,是上下一片织成的。

§19.24

εἶπαν οὖν πρὸς ἀλλήλους Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ "Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον."

他们就彼此说:“我们不要撕开,只要拈阄,看归谁。”这是要应验经上的话说: “他们分了我的外衣, 为我的衣裳拈阄。”

§19.25

Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν· ἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ1 καὶ Μαρία ἡ Μαγδαληνή.

兵士们果然做了这些事。站在耶稣十字架旁边的,有他的母亲与他母亲的姊妹,并革罗罢的妻子马利亚和抹大拉的马利亚。

§19.26

Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί Γύναι, ἴδε ὁ υἱός σου·

耶稣见母亲和他所爱的那个门徒站在旁边,就对母亲说:“妇人,看哪,你的儿子!”

§19.27

εἶτα λέγει τῷ μαθητῇ Ἴδε ἡ μήτηρ σου. καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

又对那个门徒说:“看哪,你的母亲!”从那时起,那个门徒就接她到自己家里去了。

§19.28

Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει2 "Διψῶ."

这事以后,耶稣知道各样的事已经成了,为要使经上的话应验,就说: “我渴了。”

§19.29

σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ "ὄξους" ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.

有一个器皿盛满了醋放在那里;他们就拿海绵蘸满了醋,绑在牛膝草上,送到他的口边。

§19.30

ὅτε οὖν ἔλαβεν τὸ ὄξος [ὁ] Ἰησοῦς εἶπεν Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.

耶稣尝了那醋,就说:“成了!”便低下头,将灵魂交付了。

§19.31

Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πειλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.

犹太人因这日是预备日,又因那安息日是个大日,为免尸首在安息日留在十字架上,就求彼拉多打断他们的腿,把他们拿去。

§19.32

ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.

于是兵士来,把头一个人的腿,并与耶稣同钉的另一个人的腿,都打断了;只是来到耶稣那里,见他已经死了,就不打断他的腿。惟有一个兵士拿枪扎他的肋旁,随即有血和水流出来。

§19.35

καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστὶν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει,3 ἵνα καὶ ὑμεῖς πιστεύητε.

看见这事的那人作了见证,并且他的见证是真的,他也知道自己所说的是真的,叫你们也可以信。

§19.36

ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ "Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ."

这些事成了,为要应验经上的话说: “他的骨头一根也不折断。”

§19.37

καὶ πάλιν ἑτέρα γραφὴ λέγει "Ὄψονται εἰς ὃν ἐξεκέντησαν."

经上又有一处说: “他们要仰望自己所扎的人。”

§19.38

Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πειλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς [τοῦ] Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πειλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ.

这些事以后,有亚利马太的约瑟,是耶稣的门徒,只因怕犹太人,就暗暗地作门徒,他来求彼拉多,要取耶稣的身体;彼拉多准许了。他就来把耶稣的身体取去了。

§19.39

ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων ἕλιγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.

又有尼哥德慕,就是从前夜里来见耶稣的,也来了,带着一包没药和沉香,约有一百斤。

§19.40

ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.

他们就取了耶稣的身体,照犹太人殡葬的规矩,用细麻布加上香料裹好了。

§19.41

ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

在耶稣钉十字架的地方有一个园子,园里有一座新坟墓,是从来没有葬过人的;只因是犹太人的预备日,又因那坟墓近,他们就把耶稣安放在那里。

语法注3 条
  1. 19.25Μαρία ἡ τοῦ Κλωπᾶ

    此处的属格 τοῦ Κλωπᾶ(革罗罢的)前带阴性定冠词 ἡ,属于省略了亲属名词(通常为 γυνή“妻子”)的关系属格省略表达。根据当时的亲属称谓习惯,通常理解并补全为“革罗罢的妻子马利亚”。

  2. 19.28ἵνα τελειωθῇ ἡ γραφὴ λέγει

    目的从句 ἵνα τελειωθῇ ἡ γραφὴ(为要使经上的话应验)在句法上有两种挂靠可能:一是依附于前文的完成时动词 τετέλεσται(“知道一切都已成了,叫经上的话得以完全”);二是依附于主动词 λέγει(“为要使经上的话应验,就说”)。根据语序及叙事逻辑,此处取后者,将耶稣所说的“我渴了”视为成就经文的具体行动。

  3. 19.35καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει

    指示代词 ἐκεῖνος(那人)的指代对象,有一种解释认为是作为崇高见证者的神或基督;但按常理与语境,此处更自然的是指代前文刚刚提到的目击者本人(ὁ ἑωρακώς),以第三人称强调其自身确知见证的真实性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:19.23-19.42