- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:1.29-1.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
施洗约翰见证耶稣是“神的羔羊”,他的门徒随之跟从耶稣。安得烈、彼得、腓力和拿但业相继蒙召并认信耶稣。
Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
次日,他看见耶稣向他走来,就说:“看哪,神的羔羊,除去世人罪孽的!
οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·
这就是我曾论到他说‘在我以后来的一位,反成了在我以前的,因他本来在我以前’的那位。
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
我先前不认识他,但我因此我来用水施洗,为要叫他显明给以色列人。”
Καὶ ἐμαρτύρησεν Ἰωάνης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπʼ αὐτόν·
约翰又作见证说:“我曾看见圣灵仿佛鸽子从天降下,住在他的身上。
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφʼ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ·
我先前不认识他,只是那差我来用水施洗的对我说:‘你看见圣灵降下来,住在谁的身上,谁就是用圣灵施洗的。’
κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
我也看见了,就证明这是神的儿子。”
Τῇ ἐπαύριον πάλιν ἱστήκει Ἰωάνης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
再次日,约翰同两个门徒站在那里,他看着耶稣行走,就说:“看哪,神的羔羊!”
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
两个门徒听见他的话,就跟从了耶稣。
στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ Ῥαββεί, (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε,) ποῦ μένεις;
耶稣转过身来,看见他们跟着,就对他们说:“你们要什么?”他们对他说:“拉比(翻出来就是老师),你在哪里住?”
λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
耶稣对他们说:“你们来,就会看见。”他们就去看了他住在哪里,这一天便与他同住;那时约是第十时。
Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάνου καὶ ἀκολουθησάντων αὐτῷ·
听见约翰的话而跟从耶稣的那两个人中,一个是西门·彼得的兄弟安得烈。
εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός).
他先找到了自己的兄弟西门,对他说:“我们遇见弥赛亚了(翻出来就是基督)。”
ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάνου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).
他就领西门去见耶稣。耶稣看着他说:“你是约翰的儿子西门,你要称为矶法(翻出来就是彼得)。”
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι.
又次日,耶稣想要往加利利去,就遇见腓力,耶稣对他说:“来跟从我。”
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαιδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
这腓力是伯赛大人,是安得烈和彼得同城的人。
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν,1 Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
腓力找到拿但业,对他说:“摩西在律法上所写和众先知所记的那一位,我们遇见了,就是约瑟的儿子,拿撒勒人耶稣。”
καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος Ἔρχου καὶ ἴδε.
拿但业对他说:“拿撒勒还能出什么好的吗?”腓力对他说:“你来看!”
εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλείτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
耶稣看见拿但业向自己走来,就指着他说:“看哪,这是个真以色列人,他心里是没有诡诈的。”
λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.2
拿但业对耶稣说:“你从哪里认识我呢?”耶稣回答说:“腓力还没有招呼你,你在无花果树底下,我就看见你了。”
ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββεί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
拿但业回答说:“拉比,你是神的儿子,你是以色列的王!”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις;3 μείζω τούτων ὄψῃ.
耶稣回答说:“因为我说在无花果树底下看见你,你就信吗?你将要看见比这些更大的事。”
καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε "τὸν οὐρανὸν" ἀνεῳγότα καὶ "τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας" ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
又对他说:“我实实在在地告诉你们,你们将要看见天开了,神的使者上去下来在人子身上。”
- 1.45Ὃν ἔγραψεν Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν
关系代词宾格Ὃν充当主句动词εὑρήκαμεν的直接宾语,同时兼作从句动词ἔγραψεν的支配宾语。名词短语καὶ οἱ προφῆται与Μωυσῆς共同充当主语,而单数动词ἔγραψεν则依邻近原则与前置的主语单数一致(或构成并合表达)。
- 1.48Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε
在带冠词不定式结构Πρὸ τοῦ ... φωνῆσαι中,Φίλιππον作为不定式的逻辑主语(宾格主语),σε为不定式的宾语。分词ὄντα为阳性单数宾格,修饰主句动词εἶδόν的直接宾语σε(亦可兼指前一个σε),充当时间或附带情况副词性修饰,意为“当你在无花果树下时”。
- 1.50Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις;
首个Ὅτι引导原因从句(“因为……”),修饰主句动词πιστεύεις,全句在语境中更自然地理解为反问疑问句(虽亦可处理为陈述句)。第二个ὅτι则是引导间接引语的名词性连词,承接εἶπον。
