- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:19.1-19.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
彼拉多将耶稣鞭打戏弄后宣告其无罪,但在众人的强烈抗议和施压下妥协,判处耶稣在各各他钉十字架。
Τότε οὖν ἔλαβεν ὁ Πειλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν.
当时,彼拉多就带了耶稣去,鞭打他。
καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·1 καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
兵士们用荆棘编作冠冕,戴在他头上,给他穿上紫袍,又来到他跟前,说:“万岁,犹太人的王!”并用巴掌打他。
Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πειλᾶτος καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
彼拉多又出来,对他们说:“看哪,我带他出来见你们,叫你们知道我查不出他有什么罪状。”
ἐξῆλθεν οὖν [ὁ] Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς Ἰδοὺ ὁ ἄνθρωπος.
耶稣就出来,戴着荆棘冠冕,穿着紫袍。彼拉多对他们说:“看哪,这个人!”
ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πειλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
祭司长和差役看见他,就喊着说:“钉十字架!钉十字架!”彼拉多对他们说:“你们自己带他去钉十字架吧,因为我查不出他有什么罪状。”
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.
犹太人回答他说:“我们有律法,按着那律法他是该死的,因为他自立为神的儿子。”
Ὅτε οὖν ἤκουσεν ὁ Πειλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
彼拉多听见这话,越发害怕,又进了总督府,对耶稣说:“你是从哪里来的?”耶稣却没有回答他。
λέγει οὖν αὐτῷ ὁ Πειλᾶτος Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;
彼拉多就对他说:“你不对我说话吗?岂不知我有权柄释放你,也有权柄钉你十字架吗?”
ἀπεκρίθη αὐτῷ Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν κατʼ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν·2 διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
耶稣回答他说:“若不是从上面赐给你的,你就毫无权柄办我;因此,把我交给你的那人,罪更重了。”
ἐκ τούτου ὁ Πειλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
从此彼拉多想要释放耶稣;犹太人却喊着说:“你若释放这人,就不是凯撒的朋友;凡自立为王的,就是反对凯撒。”
Ὁ οὖν Πειλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος3 εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἐβραϊστὶ δὲ Γαββαθά.
彼拉多听见这些话,就带耶稣出来,在名叫铺华石处、希伯来话叫厄巴大的地方,坐在审判席上。
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις Ἴδε ὁ βασιλεὺς ὑμῶν.
那日是逾越节的预备日,约有午正。他对犹太人说:“看哪,你们的王!”
ἐκραύγασαν οὖν ἐκεῖνοι Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πειλᾶτος Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
他们就喊着说:“除掉他!除掉他!钉他十字架!”彼拉多对他们说:“我要把你们的王钉十字架吗?”祭司长回答说:“除了凯撒,我们没有王。”
τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
于是彼拉多把耶稣交给他们去钉十字架。
Παρέλαβον οὖν τὸν Ἰησοῦν· καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν4 ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, ὃ λέγεται Ἐβραϊστὶ Γολγοθά, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
他们就带了耶稣去;耶稣自己背着十字架出来,到了一个名叫骷髅地的地方,希伯来话叫各各他,他们就在那里钉他十字架,还有两个人同他一同钉着,一边一个,耶稣在中间。
ἔγραψεν δὲ καὶ τίτλον ὁ Πειλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον ΙΗΣΟΥΣ Ο ΝΑΖΩΡΑΙΟΣ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.
彼拉多又写了一个牌子,立在十字架上;上面写着:“犹太人的王,拿撒勒人耶稣。”
τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἐβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί.
有许多犹太人念这牌子,因为耶稣被钉十字架的地方离城很近;并且是用希伯来文、罗马文、希腊文写的。
ἔλεγον οὖν τῷ Πειλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων Μὴ γράφε Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς τῶν Ἰουδαίων εἰμί.
犹太人的祭司长就对彼拉多说:“不要写‘犹太人的王’,要写‘那人说:我是犹太人的王’。”
ἀπεκρίθη ὁ Πειλᾶτος Ὃ γέγραφα γέγραφα.
彼拉多回答说:“我所写的,我已经写了。”
- 19.3Χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων
带定冠词的主格(ὁ βασιλεύς)在此用作呼格。在希腊化时期的希腊语中,使用带冠词的主格来代替呼格进行称呼是常见的语法现象。
- 19.11Οὐκ εἶχες ἐξουσίαν κατʼ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν
在非真实条件句的归结分句中,表示能力/所有的未完成过去时动词(εἶχες)省略了助词 ἄν,这在表达能力或必然性时是标准的语法惯用法;条件分句(εἰ μὴ ἦν δεδομένον)则由迂回式构成以表达过去的与事实相反。
- 19.13ἐκάθισεν ἐπὶ βήματος
动词 καθίζω 既可作及物动词(“使……坐下”),也可作不及物动词(“坐下”)。在此依上下文理解为不及物动词,指彼拉多以审判官身份就坐于审判席上。
- 19.17βαστάζων αὑτῷ τὸν σταυρὸν
反身代词与格 αὑτῷ 用作利害与格或相关与格,强调动作由其自身承担(“亲自背负”/“为自己背着十字架”)。
