← 新约圣经

约翰福音

§18.21-18.40

彼得三次认主与彼拉多审问耶稣

耶稣从容应答审问,随后被解往该亚法和彼拉多处,其间彼得又两次否认耶稣。彼拉多审讯耶稣后未见其罪,拟按逾越节惯例予以释放,但众人却要求释放巴拉巴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.21

τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.

“你为什么问我?问那些听过我对他们说了什么的人吧;看哪,他们知道我说了什么。”

§18.22

ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;

他说了这些话,旁边站着的一个差役用巴掌打了耶稣,说:“你这样回答大祭司吗?”

§18.23

ἀπεκρίθη αὐτῷ Ἰησοῦς Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;

耶稣回答他:“我若说得不对,你指证哪里不对;我若说得对,你为什么打我?”

§18.24

Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καιάφαν τὸν ἀρχιερέα.

亚那就把被捆绑的耶稣押解到大祭司该亚法那里。

§18.25

Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν Οὐκ εἰμί.

西门彼得正站着烤火。他们就对他说:“你莫非也是他的门徒之一吗?”他否认说:“我不是。”

§18.26

λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον1 Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ;

大祭司的一个仆人,是彼得削掉耳朵那人的亲戚,说:“我不是在园子里看见你同他在一起吗?”

§18.27

πάλιν οὖν ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

彼得又否认了;立时鸡就叫了。

§18.28

Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καιάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.

于是他们把耶稣从该亚法那里解往总督府。那时是清早;他们自己却不进总督府去,免得染了污秽,可以吃逾越节的筵席。

§18.29

ἐξῆλθεν οὖν ὁ Πειλᾶτος ἔξω πρὸς αὐτοὺς καί φησιν Τίνα κατηγορίαν φέρετε τοῦ ἀνθρώπου τούτου;

彼拉多就出来到他们那里,说:“你们对这人提出什么控告呢?”

§18.30

ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.2

他们回答他说:“这人若不是作恶的,我们就不把他交给你了。”

§18.31

εἶπεν οὖν αὐτοῖς Πειλᾶτος Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·

彼拉多就对他们说:“你们自己带他去,按着你们的律法审判他吧。”犹太人对他说:“我们没有杀任何人的权柄。”

§18.32

ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.

这是要应验耶稣所说,指明自己将要怎样死的那句话。

§18.33

Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πειλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;

彼拉多又进了总督府,叫了耶稣来,对他说:“你是犹太人的王吗?”

§18.34

ἀπεκρίθη Ἰησοῦς Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;

耶稣回答说:“这话是你自己说的,还是别人论到我而告诉你的?”

§18.35

ἀπεκρίθη ὁ Πειλᾶτος Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;

彼拉多回答说:“我难道是犹太人吗?你本国的人和祭司长把你交给我;你做了什么事?”

§18.36

ἀπεκρίθη Ἰησοῦς Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.

耶稣回答说:“我的国不属这世界;我的国若属这世界,我的臣仆必要争战,使我不至于被交给犹太人。只是如今我的国不是从这里来的。”

§18.37

εἶπεν οὖν αὐτῷ ὁ Πειλᾶτος Οὐκοῦν βασιλεὺς εἶ σύ;3 ἀπεκρίθη [ὁ] Ἰησοῦς Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. λέγει αὐτῷ ὁ Πειλᾶτος Τί ἐστιν ἀλήθεια;

彼拉多就对他说:“那么,你是王了?”耶稣回答说:“你说我是王。我为此而生,也为此来到世上,特为给真理作见证;凡属真理的人都听我的声音。”彼拉多对他说:“真理是什么?”

§18.38

Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν·

说了这话,他又出来到犹太人那里,对他们说:“我查不出他有什么罪状。

§18.39

ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν [ἐν] τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;4

但你们有个规矩,在逾越节要我给你们释放一个人;你们愿意我给你们释放犹太人的王吗?”

§18.40

ἐκραύγασαν οὖν πάλιν λέγοντες Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

他们就又喊着说:“不要这人,要巴拉巴!”这巴拉巴却是个强盗。

语法注4 条
  1. 18.26συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον

    关系代词 οὗ 前省略了指示代词先行词(ἐκείνου),即“是彼得削掉耳朵的[那人]的亲戚”。亦可理解为 οὗ 兼具由名词 συγγενής 所要求的补足属格,以及关系从句内部修饰 τὸ ὠτίον 的所有属格功能。

  2. 18.30Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.

    与过去事实相反的虚拟条件句(反事实条件句)。条件从句由未完成过去时 ἦν 加上现在分词 ποιῶν 构成的迂回形式表达持续的品行或状态,结论从句则由不定过去时直陈式加 ἄν(οὐκ ἄν... παρεδώκαμεν)表达过去未发生之行为(“如果这人不是作恶的,我们断不至于把他交给你”)。

  3. 18.37Οὐκοῦν βασιλεὺς εἶ σύ;

    小词 οὐκοῦν 引出含有推论意味的肯定性疑问(“那么/如此说来,你是王了?”)。在重音和语意上区别于否定推论词 οὔκουν(“断乎不”),此处预期对方予以确认。

  4. 18.39βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;

    在动词 βούλεσθε 之后直接跟有无 ἵνα 连接的决议/意志虚拟式 ἀπολύσω,构成松散的并列结构(“你们愿意我给你们释放……吗?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:18.21-18.40