- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:18.1-18.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在园中被犹大带来的军队逮捕,但他要求放走门徒,随后被解往亚那处受审;彼得则进入大祭司的院子,并在盘问下首次否认是耶稣的门徒。
Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ Χειμάρρου τῶν Κέδρων ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
耶稣说了这些话,就同门徒出去,过了汲沦溪;那里有一个园子,他和门徒进去了。
ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
卖他的犹大也知道那地方,因为耶稣屡次和门徒在那里聚集。
ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [ἐκ] τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
犹大领了一队兵,以及祭司长和法利赛人的差役,带着灯笼、火把、兵器来到那里。
Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν ἐξῆλθεν, καὶ λέγει αὐτοῖς Τίνα ζητεῖτε;
耶稣知道将要临到自己的一切事,就出来对他们说:“你们找谁?”
ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς Ἐγώ εἰμι. ἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετʼ αὐτῶν.
他们回答他:“找拿撒勒人耶稣。”耶稣对他们说:“我就是。”卖他的犹大也同他们立在那里。
ὡς οὖν εἶπεν αὐτοῖς Ἐγώ εἰμι, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
耶稣一对他们说“我就是”,他们就退后倒在地上。
πάλιν οὖν ἐπηρώτησεν αὐτούς Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν Ἰησοῦν τὸν Ναζωραῖον.
于是他又问他们:“你们找谁?”他们说:“找拿撒勒人耶稣。”
ἀπεκρίθη Ἰησοῦς Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
耶稣回答说:“我已经告诉你们,我就是。你们若找我,就让这些人去吧。”
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.1
这要应验他所说的话:“你所赐给我的人,我连一个也没有失落。”
Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
西门彼得带着一把刀,就拔出来,击中大祭司的仆人,削掉了他的右耳;那仆人名叫马勒古。
εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;2
耶稣就对彼得说:“收刀入鞘吧!父所赐给我的那杯,我岂可不喝呢?”
Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καιάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·
那队兵和千夫长,并犹太人的差役就拿住耶稣,把他捆绑了,先带到亚那面前,因为他是该亚法的岳父;该亚法是本年的大祭司。
ἦν δὲ Καιάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
这该亚法就是从前向犹太人建议,一个人替百姓死是有益的那位。
Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ὁ δὲ Πέτρος ἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
西门彼得跟着耶稣,还有一个门徒也跟着。那门徒是大祭司所认识的,他就同耶稣进了大祭司的院子;彼得却站在门外。大祭司所认识的那个门徒出来,对看门的女仆说了话,就领彼得进去。
λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;3
那看门的女仆对彼得说:“你不也是这人的门徒吗?”
λέγει ἐκεῖνος Οὐκ εἰμί. ἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
他说:“我不是。”仆人和差役因为天冷,生了炭火,站在那里烤火;彼得也同他们站着烤火。
Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
大祭司就盘问耶稣关于他的门徒和他的教训。
ἀπεκρίθη αὐτῷ Ἰησοῦς Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν·
耶稣回答他:“我向来公开地对世人说话;我常在会堂和圣殿里,就是众犹太人聚集的地方教训人,在暗地里并没有说什么。”
- 18.9Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα
由引语性 ὅτι 引出的直接引语。关系分句 Οὓς δέδωκάς μοι(“你赐给我的人”)被前置主题化,而主句动词 ἀπώλεσα 的实际宾语是后置的 οὐδένα(“一个也没有”),并通过介词短语 ἐξ αὐτῶν(“在他们中间”)进行复述性承接。
- 18.11τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
双重否定词 οὐ μή 加虚拟式(πίω)用于修辞性疑问句中,表达强烈的肯定意志(“我岂能不喝呢?”)。此外,宾语短语 τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατήρ 被前置强调,并在动词后由复指代词 αὐτό 进行冗余重述(闪米特式重述代词结构)。
- 18.17Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;
位于直接疑问句句首的小词 μή 引导期待否定回答的问句(相当于“难道你也是……吗?不会吧”)。副词 καί 意为“也”,女仆的提问倾向于引导彼得给出否定的答案。
