- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:17.1-17.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣举目向父祈祷,在完成地上的事工后求父荣耀自己;接着为留在世上的门徒祈求,求父保守他们脱离恶者并用真理使他们成圣;最后祈愿所有信徒在神圣的爱中合而为一,并得见他的荣耀。
Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσει αὐτοῖς ζωὴν αἰώνιον.1
耶稣说了这些话,就举目望天,说:‘父啊,时候到了;愿你荣耀你的儿子,使儿子也荣耀你;正如你曾赐给他掌管凡有血气之人的权柄,叫他将永生赐给你所赐给他的所有人。
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι2 σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.3
认识你独一的真神,并且认识你所差来的耶稣基督,这就是永生。
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
我在地上已经荣耀了你,成全了你所赐给我当作的事;父啊,现在求你使我同你享荣耀,就是未有世界以先,我同你所有的荣耀。
Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν.
你从世上赐给我的人,我已将你的名显明与他们。他们本是你的,你将他们赐给我,他们也遵守了你的道。
νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ἔδωκάς μοι παρὰ σοῦ εἰσίν· ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας.
现在他们知道,凡你所赐给我的,都是从你那里来的;因为你所赐给我的话,我已经赐给他们;他们也领受了,又确实知道,我是从你出来的,并且信你差了我来。
Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.
我为他们祈求,不为世人祈求,乃为你所赐给我的人祈求,因为他们本是你的。 凡是我的,都是你的;你的,也是我的;并且我因他们得了荣耀。
καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι,4 ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.
我不再在世上,他们却在世上,我也往你那里去。圣父啊,求你因你所赐给我的名保守他们,叫他们合而为一,像我们一样。
Ὅτε ἤμην μετʼ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ.
我与他们同在的时候,因你所赐给我的名保守了他们,我也护卫了他们;其中除了那灭亡之子,没有一个灭亡的,好叫经上的话得应验。
νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.
现在我往你那里去,我还在世上说这些话,是要叫他们心里充满我的喜乐。
Ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
我已将你的道赐给他们,世界又恨他们;因为他们不属世界,正如我不属世界一样。
οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλʼ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
我不求你叫他们离开世界,只求你保守他们脱离那恶者。
ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
他们不属世界,正如我不属世界一样。
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
求你用真理使他们成圣;你的道就是真理。
καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·
你怎样差我到世上,我也照样差他们到世上。
καὶ ὑπὲρ αὐτῶν [ἐγὼ] ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.
我为他们的缘故,自己分别为圣,叫他们也因真理成圣。
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, πατήρ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
我不但为这些人祈求,也为那些因他们的话信我的人祈求,使他们都合而为一。正如你父在我里面,我在你里面,使他们也在我们里面,叫世人可以信你差了我来。
κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
你所赐给我的荣耀,我已赐给他们,使他们合而为一,像我们合而为一。我在他们里面,你在我里面,使他们完完全全地合而为一,叫世人知道你差了我来,也知道你爱他们如同爱我一样。
Πατήρ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν5 μετʼ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
父啊,关于你所赐给我的人,我愿我在哪里,他们也同我在哪里,叫他们看见你所赐给我的荣耀;因为创立世界以前,你已经爱我了。
Πατὴρ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.
公义的父啊,世人未曾认识你,我却认识你,这些人也知道你差了我来。我已将你的名指示他们,还要指示他们,使你爱我的爱在他们里面,我也在他们里面。’
- 17.2ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσει αὐτοῖς ζωὴν αἰώνιον
从属小句 πᾶν ὃ δέδωκας αὐτῷ(‘凡你所赐给他的’)为中性单数,构成前置的悬置结构(casus pendens)。在句中它被后面的复数与格代词 αὐτοῖς(‘给他们’)复指吸收。中性单数在此表示信徒全体的集合概念,随后转用复数代词指代具体的个人。
- 17.3αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι
这里的 ἵνα 从句并不表示目的,而是用作说明性/同位语(epexegetical ἵνα),具体展开指示代词 αὕτη(‘这’)的内容,即定义永生的实质在于‘认识……’。
- 17.3ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν
先行词 Ἰησοῦν Χριστόν(‘耶稣基督’)被并入关系代词 ὃν 的从句中并后置(先行词并入关系从句)。在句意上,它与 σὲ τὸν μόνον ἀληθινὸν θεόν 并列,共同作动词 γινώσκωσι 的直接宾语。
- 17.11ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι
关系代词 ᾧ(与格)受到先行词 ὀνόματι(中性单数与格)的格位吸引,由原本应作宾语的宾格 ὃ 变为与格 ᾧ(关系词吸引),意为‘因你所赐给我的名’。
- 17.24ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν
句首的中性单数小句 ὃ δέδωκάς μοι 构成悬置结构(casus pendens),将信徒群体视为一个整体。该成分在意义和句法上被后文的阳性复数代词 κἀκεῖνοι(‘他们也’)重新接引,表达‘至于你所赐给我的人,我愿他们也同我在一处’。
