← 新约圣经

约翰福音

§16.1-16.33

保惠师的工作与忧愁变为喜乐

耶稣预告门徒将遭受迫害,并应许差遣真理的圣灵即保惠师及其工作。他宣告因他的离去而生的忧愁必变为喜乐,并宣告自己已经胜了世界来勉励他们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.

我把这些事对你们说了,是要叫你们不至于跌倒。

§16.2

ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας [ὑμᾶς] δόξῃ1 λατρείαν προσφέρειν τῷ θεῷ.

人要把你们赶出会堂;甚至时候将到,凡杀你们的,都自以为是事奉神。

§16.3

καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.

他们行这些事,是因为未曾认识父,也未曾认识我。

§16.4

ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν· ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην.

但我把这些事对你们说了,是要叫你们到了他们的时候,可以记念我曾对你们说了。我起先没有对你们说这些事,因为我与你们同在。

§16.5

νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις;

但如今我往差我来的那里去,你们中间却没有人问我:‘你往哪里去?’

§16.6

ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.

反而因我把这些事对你们说了,你们心里就充满了忧愁。

§16.7

ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ2 πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.

然而我把实情告诉你们,我去是与你们有益的。因为我若不去,保惠师就不会到你们这里来;我若去,就差他到你们这里来。

§16.8

Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·3 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.

他既来了,就要在罪、在义、在审判上指证世人的罪错: 关于罪,是因为他们不信我;关于义,是因为我往父那里去,你们不再看见我;关于审判,是因为这世界的统治者受了审判。

§16.12

Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι·

我还有好些事要告诉你们,但你们现在担当不起。

§16.13

ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ἀκούει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.

只等那位,就是真理的圣灵来了,他要引导你们明白一切的真理;因为他不是凭着自己说,乃是把他所听见的都说出来,并要把将来的事告诉你们。

§16.14

ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.

他要荣耀我,因为他要受从我而来的,并要告诉你们。

§16.15

πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.

凡父所有的,都是我的;所以我说,他要受从我而来的,并要告诉你们。

§16.16

Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με,4 καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με.

等不多时,你们就不再看见我;再等不多时,你们还要看见我。

§16.17

Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί Ὅτι ὑπάγω πρὸς τὸν πατέρα;

他的门徒中就有人彼此说:‘他对我们说“等不多时,你们就看不见我;再等不多时,你们还要看见我”,又说“因我往父那里去”,这是什么意思呢?’

§16.18

ἔλεγον οὖν Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν [τί λαλεῖ].

门徒又说:‘他说“等不多时”是什么意思呢?我们不明白他所说的是什么。’

§16.19

ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;

耶稣知道他们想要问他,就对他们说:‘我说“等不多时,你们就看不见我;再等不多时,你们还要看见我”,你们为了这话彼此相问吗?

§16.20

ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.

我实实在在地告诉你们,你们将要痛哭、哀号,世人倒要喜乐;你们将要忧愁,然而你们的忧愁要变成喜乐。

§16.21

ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.

妇人生产的时候就忧愁,因为她的时候到了;既生了孩子,就不再记念那苦楚,因为欢喜世上生了一个人。

§16.22

καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, "καὶ χαρήσεται ὑμῶν ἡ καρδία," καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ἀρεῖ ἀφʼ ὑμῶν.

你们现在也是这样,满有忧愁;但我还要再见你们,你们的心就喜乐了;并且你们的喜乐,没有人能从你们那里夺去。

§16.23

καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν·5 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου.

到了那日,你们什么也就不问我了。我实实在在地告诉你们,你们若向父求什么,他必因我的名赐给你们。

§16.24

ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.

向来你们没有奉我的名求过什么;求,就必得着,叫你们的喜乐得以满足。

§16.25

Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀπαγγελῶ ὑμῖν.

这些事,我是用比喻对你们说的;时候将到,我不再用比喻对你们说,乃要明明地将父告诉你们。

§16.26

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ πατρὸς ἐξῆλθον. ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.

到了那日,你们要奉我的名祈求;我并不对你们说,我要为你们求父;父自己爱你们,因为你们已经爱我,又信我是从父出来的。 我从父出来,到了世界;我又离开世界,往父那里去。’

§16.29

Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.

门徒说:‘看哪,如今你是明说,并不用什么比喻了。

§16.30

νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ·6 ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.

现在我们知道你凡事都知道,也不用人问你;因此我们信你是从神出来的。’

§16.31

ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Ἄρτι πιστεύετε;

耶稣回答说:‘现在你们信吗?

§16.32

ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστίν.

看哪,时候将到,且是已经到了,你们要分散,各归自己的家,留下我独自一人;其实我不是独自一人,因为有父与我同在。

§16.33

ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλίψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

我把这些事对你们说了,是要叫你们在我里面有平安。在世上你们有苦难,但你们可以放心,我已经胜了世界。’

语法注6 条
  1. 16.2ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας [ὑμᾶς] δόξῃ

    紧接名词 ὥρα 的连词 ἵνα 在此作同位语或说明性从句,替代了古典希腊语中表示时间的 ὅτε 或关系代词,这是通用希腊语中常见的句式,意为“……的时候将到”。

  2. 16.7ὁ παράκλητος οὐ μὴ ἔλθῃ

    双重否定词 οὐ μή 与不定过去时虚拟式 ἔλθῃ 连用,构成对未来事实的强力强调否定,表示“绝不会来”。

  3. 16.9περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ

    ὅτι 从句对介词短语 περὶ ἁμαρτίας 进行说明。此处的 ὅτι 既可理解为原因(“因为”),也可理解为同位说明(“即……”),但作为给出指证根由的原因从句更为自然(“因他们不信我”)。后续关于义与审判的 ὅτι 从句结构完全一致。

  4. 16.16Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με

    这是由并列连词 καί 连接的并列句结构。前半句中中性形容词 Μικρόν 可作时间状语宾格,或视为省略了谓语动词(如 μικρόν ἐστιν),以并列形式表达紧接着发生的时间关系,即“等不多时,你们就不再看见我”。

  5. 16.23ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν

    动词 ἐρωτάω 接表示人的宾格(ἐμέ)与表示事物的宾格(οὐδέν),构成双重宾格结构。此处的 ἐρωτάω 意为“发问、询问”,与紧接在后一句中表示祈求的 αἰτέω 形成明确的词义区别。

  6. 16.30οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ

    名词短语 χρείαν ἔχεις(“需要”)后接 ἵνα 从句作为补足成分,替代了古典希腊语中属格不定式(τοῦ ἐρωτᾶν)的用法。这是通用希腊语中 ἵνα 从句广泛取代不定式功能的典型体现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:16.1-16.33