- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:15.1-15.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣以真葡萄树和枝子为喻,吩咐门徒常在他里面多结果子并彼此相爱,同时预告世人必有的仇恨与逼迫,并宣告真理的圣灵将要作见证。
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν·
我是真葡萄树,我父是栽培的人。
πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.
凡属我不结果子的枝子,他就剪去;凡结果子的,他就修理干净,使枝子结更多果子。
ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν·
现在你们因我讲给你们的道,已经干净了。
μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν.1 καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφʼ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε. ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα.
你们要住在我里面,我也住在你们里面。枝子若不住在葡萄树上,自己就不能结果子;你们若不住在我里面,也是这样。我是葡萄树,你们是枝子。
ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
住在我里面、我也住在他里面的,这人就多结果子;因为离了我,你们就不能作什么。
ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται.
人若不住在我里面,就像枝子丢在外面枯干,人拾起来,扔在火里烧了。
Ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν·
你们若住在我里面,我的话也住在你们里面,凡你们所愿意的,祈求,就必给你们成就。
ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί.2
你们多结果子,并且成为我的门徒,我父就因此得荣耀。
καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα, μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
正如父爱我,我也爱你们;你们要住在我的爱里。
ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τοῦ πατρὸς τὰς ἐντολὰς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
你们若遵守我的命令,就必住在我的爱里,正如我遵守了我父的命令,住在他的爱里。
Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
这些事我已经对你们说了,是要叫我的喜乐在你们里面,并且叫你们的喜乐得以满足。
αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς·
我的命令就是:你们要彼此相爱,正如我爱你们一样。
μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
人为朋友舍弃自己的生命,人的爱心没有比这个大的。
ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν.
你们若行我所吩咐你们的事,就是我的朋友了。
οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
以后我不再称你们为仆人,因为仆人不知道主人所作的事;我却称你们为朋友,因为我从我父所听见的一切,都已经告诉你们了。
οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅτι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν.
不是你们挑选了我,乃是我挑选了你们,并且分派你们去结果子,叫你们的果子常存,使你们奉我的名无论向父求什么,他就赐给你们。
Ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
我把这些事吩咐你们,是要叫你们彼此相爱。
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.3 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
世人若恨你们,你们知道,世人在恨你们以前已经恨我了。你们若属世界,世界必爱属自己的;但因你们不属世界,乃是我从世界中挑选了你们,所以世界就恨你们。
μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
你们要记念我从前对你们所说的话:‘仆人不大过他的主人。’他们若逼迫了我,也要逼迫你们;若遵守了我的话,也要遵守你们的话。
ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
但他们因我的名,要向你们行这一切的事,因为他们不认识那差我来的。
Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
我若没有来对他们说话,他们就没有罪;但如今他们的罪是无可推诿的了。
ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.
恨我的,也恨我的父。
εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
我若没有在他们中间行过别人未曾行的事,他们就没有罪;但如今他们看见了,并且恨我和我的父。
ἀλλʼ ἵνα πληρωθῇ ὁ λόγος4 ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι "Ἐμίσησάν με δωρεάν."
但这是要应验他们律法上所写的话,说:‘他们无故地恨我。’
Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπʼ ἀρχῆς μετʼ ἐμοῦ ἐστέ.
我要从父那里差保惠师到你们这里来,就是从父出来的真理的灵;他来了,就要为我作见证。你们也要作见证,因为你们从起初就与我同在。
- 15.4μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν.
后半句 κἀγὼ ἐν ὑμῖν 省略了谓语动词。承接前半句的命令法 μείνατε,可补出动词理解为劝告命令(“我也常在你们里面”),或表应许/结果的陈述语气(“我就必在你们里面”),表达出信徒常在基督里与基督内住的相互关系。
- 15.8ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί.
动词 ἐδοξάσθη 为不定过去时直陈语气,但在此并非记叙过去发生的单个事件,而是作公理式或前瞻性不定过去时使用,表明每当门徒多结果子时父就得荣耀这一确定法则。ἵνα 从句与 ἐν τούτῳ 同位,具体说明父得荣耀的内容与方式。
- 15.18γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
动词形式 γινώσκετε 既可作现在时直陈语气(“你们知道”),亦可作现在时命令语气(“你们要明白/应当知道”)。在劝勉门徒面对世人敌意的语境中,取命令语气更为妥切。πρῶτον ὑμῶν 中的属格 ὑμῶν 与带有比较含义的副词 πρῶτον 连用,构成比较属格,意为“在你们以先”。
- 15.25ἀλλʼ ἵνα πληρωθῇ ὁ λόγος
在连词 ἀλλά 之后的 ἵνα 从句前省略了主句谓语(如“这事发生”)。这是约翰著作中常见的省略句式,用以表明世人的无理仇恨乃是在神预定的计划中应验经上的话。
