← 新约圣经

约翰福音

§12.26-12.50

人子得荣耀与世上的光及对不信者的警告

耶稣谈及自己受难得荣耀、天上有声音作证、世界受审判以及信从真光之道;经文随后引用以赛亚的预言说明众人的不信,并记录了耶稣对奉差使命与父之命令的最后宣告。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.26

ἐὰν ἐμοί τις διακονῇ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.

若有人服事我,就当跟从我;我在哪里,服事我的人也要在哪里。若有人服事我,我父必尊重他。

§12.27

νῦν "ἡ ψυχή μου τετάρακται," καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.1 πάτερ, δόξασόν σου τὸ ὄνομα.

如今 “我的心忧愁”,我说什么才好呢?说“父啊,救我脱离这时候”吗?但我正是为了这时候来的。父啊,愿你荣耀你的名!

§12.28

ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.

当时就有声音从天上来,说:“我已经荣耀了,还要再荣耀。”

§12.29

ὁ [οὖν] ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον Ἄγγελος αὐτῷ λελάληκεν.

站在旁边听见的众人说:“打雷了。”另有人说:“有天使对他说话。”

§12.30

ἀπεκρίθη καὶ εἶπεν Ἰησοῦς Οὐ διʼ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ διʼ ὑμᾶς.

耶稣回答说:“这声音不是为我来的,而是为你们来的。

§12.31

νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·

现在是这世界受审判的时候;现在这世界的统治者要被赶出去。

§12.32

κἀγὼ ἂν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.

我若从地上被举起来,就要吸引万人归向我。”

§12.33

τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.

耶稣说这话,是指明自己将要怎样死。

§12.34

ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου;

众人就回答他说:“我们从律法上听见,基督是永远长存的,你怎么说‘人子必须被举起来’呢?这人子是谁呢?”

§12.35

εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστίν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε,2 ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.

耶稣就对他们说:“光在你们中间还有不多的时候。应当趁着有光行走,免得黑暗追上你们;那在黑暗里行走的,不知道往哪里去。

§12.36

ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπʼ αὐτῶν.

应当趁着有光,信从这光,使你们成为光之子。”耶稣说了这些话,就离开他们,隐藏起来。

§12.37

Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, ἵνα ὁ λόγος Ἠσαίου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν "Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;"

虽然他在他们面前行了这许多神迹,他们还是不信他。这是要应验先知以赛亚所说的话: “主啊,有谁信我们所听见的呢? 主的膀臂向谁显露呢?”

§12.39

διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαίας3 " Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς."

他们所以不能信,是因为以赛亚又说:“主叫他们瞎了眼,硬了心, 免得他们眼睛看见,心里明白, 回转过来,我就医治他们。”

§12.41

ταῦτα εἶπεν Ἠσαίας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ.

以赛亚说这些话,是因为看见了他的荣耀,就指着他说的。

§12.42

Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ θεοῦ.

虽然如此,官长中却有许多信他的,只是因为法利赛人的缘故就不承认,免得被赶出会堂;因为他们爱人的荣耀过于爱神的荣耀。

§12.44

Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.

耶稣大声说:“信我的,不是信我,而是信差我来的那位。看见我的,就是看见差我来的那位。

§12.46

ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.

我作为光来到世上,叫一切信我的不住在黑暗里。

§12.47

καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλʼ ἵνα σώσω τὸν κόσμον.

若有人听见我的话而不遵守,我不审判他;因为我来不是要审判世人,而是要拯救世人。

§12.48

ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν4 ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·

弃绝我、不领受我话的人,有审判他的;我所讲的道,在末日要审判他。

§12.49

ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω.

因为我没有凭着自己讲,而是差我来的父自己给我命令,叫我说什么、讲什么。

§12.50

καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ πατήρ, οὕτως λαλῶ.

我也知道他的命令就是永生。故此,我所讲的,正如父对我所说的,我就照样讲。”

语法注4 条
  1. 12.27καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.

    τί εἴπω 为商榷性虚拟语气(deliberative subjunctive)。其后的 πάτερ, σῶσόν με... 既可解读为直接的祈求,也可看作此商榷问句所设想的内容(“我说‘父啊,救我脱离这时候’吗?”);结合后文的转折句 ἀλλὰ διὰ τοῦτο ἦλθον...(“但我正是为了这时候来的”),将其视为设问的反思更贴合论证脉络。

  2. 12.35ὡς τὸ φῶς ἔχετε

    连词 ὡς 在希腊化时期的用法中等同于 ἕως,引导时间从句,表示“趁着……之时”或“在……期间”,在此应译为“趁着有光”。

  3. 12.39διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἠσαίας

    指示短语 διὰ τοῦτο(“为了这个缘故”)由后接的 ὅτι 引导的原因从句(“因为以赛亚又说……”)具体阐释,形成了将犹太人的不信归因于先知预言所昭示的结构。

  4. 12.48ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν

    实质分词短语 ὁ ἀθετῶν... 作主语,谓语为 ἔχει τὸν κρίνοντα αὐτόν。其后由远指代词 ἐκεῖνος 复指并强调主语 ὁ λόγος(“我所讲的道,在末日要审判他”),具体指明了前句中提到的“审判他的实体”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:12.26-12.50