- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:13.1-13.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
逾越节前,耶稣为门徒洗脚以树立彼此服事的榜样,预言犹大的出卖和彼得的否认,并赐下彼此相爱的新命令。
ΠΡΟ ΔΕ ΤΗΣ ΕΟΡΤΗΣ τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.1
逾越节以前,耶稣知道自己离开这世界归到父那里的时辰到了。他既然爱世上属自己的人,就爱他们到底。
Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης,2 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·
吃晚饭的时候,魔鬼已经把出卖耶稣的意思放在西门的儿子加略人犹大心里。耶稣知道父已将万有交在他手里,且知道自己是从神出来的,又要归到神那里去,就从席间起来,脱了外衣,拿一条手巾束在腰间。
εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
随后把水倒在盆里,开始洗门徒的脚,并用束着的手巾擦干。
ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. λέγει αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
于是挨到西门彼得跟前。彼得对他说:“主啊,你洗我的脚吗?”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
耶稣回答说:“我所做的,你现在不知道,后来必明白。”
λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.3 ἀπεκρίθη Ἰησοῦς αὐτῷ Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ.
彼得对他说:“你决不可洗我的脚,永远不可!”耶稣回答他说:“我若不洗你,你就与我无分了。”
λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
西门彼得对他说:“主啊,不仅是我的脚,连手和头也要洗!”
λέγει αὐτῷ Ἰησοῦς Ὁ λελουμένος οὐκ ἔχει χρείαν [εἰ μὴ τοὺς πόδας] νίψασθαι,4 ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες.
耶稣对他说:“凡洗过澡的人,只要洗脚,全身就干净了。你们是干净的,然而不都是干净的。”
ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καθαροί ἐστε.
因为耶稣知道出卖他的是谁,所以说:“你们不都是干净的。”
Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν;
耶稣洗完了他们的脚,穿上外衣,又坐下,对他们说:“我向你们所做的,你们明白吗?
ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καί Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
你们称呼我‘老师’,称呼我‘主’,你们说得对,我本来就是。
εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
我是主,是老师,尚且洗你们的脚,你们也应当彼此洗脚。
ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
我给你们作了榜样,叫你们照着我向你们所做的去做。
ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
我实实在在告诉你们,仆人不能大于主人,差人也不能大于差他的人。
εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
你们既然知道这些事,若是去行就有福了。
οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλʼ ἵνα ἡ γραφὴ πληρωθῇ "Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ."
我这话不是指着你们众人说的,我知道我所拣选的是谁;但这是要应验经上的话: ‘吃我饼的人,向我举起了他的脚跟。’
ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
事情还没有发生,我现在就告诉你们,叫你们在事情发生的时候,可以信我是那一位。
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
我实实在在告诉你们,接纳我所差遣的,就是接纳我;接纳我的,就是接纳差我来的那位。”
Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
耶稣说了这些话,心里忧愁,就作见证说:“我实实在在告诉你们,你们中间有一个人要出卖我了。”
ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει.
门徒彼此对看,不知道他指的是谁。
ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα [ὁ] Ἰησοῦς·
门徒中有一个人,是耶稣所爱的,正侧身挨在耶稣的怀里。
νεύει οὖν τούτῳ Σίμων Πέτρος καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει.
西门彼得就向他点头,对他说:“告诉我们他说的是谁。”
ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε, τίς ἐστιν;
那人便照样靠在耶稣的胸前,对他说:“主啊,是谁呢?”
ἀποκρίνεται οὖν [ὁ] Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ· βάψας οὖν [τὸ] ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
耶稣回答说:“我蘸一小块饼给谁,就是谁。”耶稣就蘸了一块饼,拿起来递给加略人西门的儿子犹大。
καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχειον.
犹大接了那块饼以后,撒但就进入他里面。耶稣就对他说:“你所做的,快做吧!”
τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
同席的人没有一个知道耶稣为什么对他说这话。
τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
有人因犹大带着钱囊,以为耶稣是对他说“去买我们过节所需要的东西”,或是叫他拿些什么分给穷人。
λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.
犹大受了那块饼,立刻就出去了。那时候是夜间了。
Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
他出去以后,耶稣就说:“如今人子得了荣耀,神在人子身上也得了荣耀。神要在自己身上荣耀他,并且要立刻荣耀他。
Τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμί· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
小孩子们,我与你们同在还有不多的时候;你们要找我,但我先前对犹太人怎样说过,现在也照样对你们说:‘我所去的地方,你们不能到。’
ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους,5 καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
我赐给你们一条新命令,乃是叫你们彼此相爱;我怎样爱你们,你们也要怎样彼此相爱。
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
你们若有彼此相爱的心,众人因此就认出你们是我的门徒了。”
Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
西门彼得对他说:“主啊,你往哪里去?”耶稣回答说:“我所去的地方,你现在不能跟我去,后来却要跟我去。”
λέγει αὐτῷ [ὁ] Πέτρος Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθεῖν ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
彼得对他说:“主啊,为什么我现在不能跟你去?我愿意为你舍命!”
ἀποκρίνεται Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.
耶稣回答说:“你愿意为我舍命吗?我实实在在告诉你,鸡叫以前,你要三次不认我。”
- 13.1εἰς τέλος ἠγάπησεν αὐτούς
介词短语 εἰς τέλος 既可表示时间上的延续(“直到最后/生命的终结”),也可表示程度(“彻底地、至极地”)。结合上下文看,它既指耶稣对门徒的爱一直持续到他离世的时辰(ἦλθεν αὐτοῦ ἡ ὥρα),也预示了他在十字架上舍命所彰显的至极之爱。
- 13.2τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης
此处为属格绝对结构(genitive absolute)。由 ἵνα 引导的从句带有虚拟语气 παραδοῖ,作为名词性从句充当分词 βεβληκότος 的实际宾语内容(即将什么意念放入心里)。句法上,Ἰούδας 是 ἵνα 从句的主语,而心(τὴν καρδίαν)的所有者(犹大)则由上下文自明。
- 13.8Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα
否定词 οὐ μή 连用并接虚拟语气过去时(νίψῃς),是希腊语中表示最强烈断定否定的句式。再加上副词短语 εἰς τὸν αἰῶνα(“永不、直到永远”),进一步强化了彼得决绝且坚决的拒绝态度。
- 13.10Ὁ λελουμένος οὐκ ἔχει χρείαν [εἰ μὴ τοὺς πόδας] νίψασθαι
此处的对比基于两个动词词根的区别:λούω(沐浴、洗全身)与 νίπτω(洗身体的一部分,如洗手脚)。完成时分词 Ὁ λελουμένος 表示“处于已经洗过澡的状态的人”;在由 οὐκ ἔχει χρείαν 支配的不定词结构中,短语 εἰ μή 作出例外限定(“除了洗脚以外”)。
- 13.34ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους
此处的 ἵνα 从句(带有现在时虚拟语气 ἀγαπᾶτε)并非表示目的,而是充当名词性/同位语解释从句,具体说明先行名词 ἐντολὴν καινὴν(“一条新命令”)的内容(即“叫你们彼此相爱”)。
