- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:12.1-12.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在伯大尼接受马利亚以贵重香膏抹脚,并驳斥了犹大的指责。随后他骑着驴驹进入耶路撒冷,并在几个希腊人求见之际,以一粒麦子的比喻教导自己的受难与得荣耀。
Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα1 ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς.
逾越节前六天,耶稣来到伯大尼,就是耶稣使之从死里复活的拉撒路所在的地方。
ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ·
有人在那里给耶稣预备筵席,马大伺候,拉撒路也在同耶稣坐席的人中。
ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας [τοῦ] Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
马利亚就拿了一斤极贵重的纯哪哒香膏,抹耶稣的脚,又用自己的头发去擦他的脚;屋里就满了膏的香气。
λέγει [δὲ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;
他的门徒中有一个,就是那将要出卖他的加略人犹大,说:“为什么不把这香膏卖三百个银币周济穷人呢?”
εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ ἀλλʼ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.2
他说这话,并不是挂念穷人,而是因为他是个贼,又带着钱囊,常偷取其中所存的。
εἶπεν οὖν ὁ Ἰησοῦς Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·3
耶稣就说:“由她吧,叫她留着这香膏,到我安葬的日子使用。
τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
因为常有穷人和你们在一起,但你们不常有我。”
Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστίν, καὶ ἦλθαν οὐ διὰ τὸν Ἰησοῦν μόνον ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν.
有许多犹太人知道耶稣在那里,就来了,不但为耶稣的缘故,也是要看他使之从死里复活的拉撒路。
ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ διʼ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
祭司长却商议连拉撒路也要杀了,因有好些犹太人为拉撒路的缘故,离去,信了耶稣。
Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἰεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον Ὡσαννά, "εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου," καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
第二天,到节期来的许多众人,听见耶稣要来耶路撒冷,就拿棕树枝出来迎接他,喊着说: “和散那! 奉主名来的是应当称颂的, 那以色列的王!”
εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον " Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου."
耶稣得了一个驴驹,就骑上,正如经上所记的: “锡安的女儿啊,不要惧怕! 看哪,你的王来了, 骑着驴驹。”
Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
这些事门徒起初不明白,及至耶稣得了荣耀,他们才想起这些话是指着他写的,人也果然向他这样做了。
Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
当耶稣呼唤拉撒路出坟墓,使他从死里复活的时候,同耶稣在那里的众人就作见证。
διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
众人也因此迎见他,因为听见他行了这神迹。
οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.
法利赛人就彼此说:“看哪,你们所谋的毫无益处,看哪,世人都随从他去了。”
Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·
在上来过节礼拜的人中,有几个希腊人。
οὗτοι οὖν προσῆλθαν Φιλίππῳ τῷ ἀπὸ Βηθσαιδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
他们来见加利利伯赛大的腓力,求他说:“先生,我们想要见耶稣。”
ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ.
腓力去告诉安得烈,安得烈与腓力去告诉耶稣。
ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.4
耶稣回答他们说:“人子得荣耀的时候到了。
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.
我实实在在地告诉你们,一粒麦子不落在地里死了,仍旧是一粒;若是死了,就结出许多子粒来。
ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.
爱惜自己生命的,就丧失生命;在这世上恨恶自己生命的,就要保守生命到永生。”
- 12.1πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα
介词 πρὸ 支配表示时间的词组 ἓξ ἡμερῶν,后接属格 τοῦ πάσχα 作为基准时间点,意为“逾越节前六天”。古典希腊语通常以与格(如 πρὸ τοῦ πάσχα ἓξ ἡμέραις)或宾格表示时间间隔,这种前置词倒置的表达方式是希腊化时代通俗希腊语(可能受拉丁语 ante diem... 结构影响)的常见用法。
- 12.6τὰ βαλλόμενα ἐβάσταζεν
动词 βαστάζω 本义为“挑、携带”,但在希腊化通俗希腊语及本处上下文中(前有 κλέπτης ἦν“他是个贼”),引申为“挪用、盗取、侵吞”。若仅理解为“经管投入其中的钱”在语法上虽通,但与上下文说明其盗贼行径的逻辑不合,因此取“偷取”之意最为确切。
- 12.7Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό·
Ἄφες 为第二人称单数祈使语气(“由她吧”)。紧接着的 ἵνα 引导的虚拟语气从句有两种主要理解:(1) 直接承接 Ἄφες 表指示,“由她留着到我安葬的日子使用”;(2) 表目的,“由她吧,以便她为我安葬之日保留它”(暗示香膏得以留存至今或剩余部分的去向)。无论哪种解释,都将马利亚膏抹耶稣的举动定性为预先的安葬之举。
- 12.23Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου
名词 ἡ ὥρα 后接 ἵνα 从句。在古典希腊语中,此处通常使用不定式作补足语,而在新约通用希腊语中,常用 ἵνα 加虚拟语气构成同位语或说明性从句,限定名词 ὥρα,表示“人子得荣耀的时候到了”。
