← 新约圣经

约翰福音

§11.31-11.57

拉撒路的复活与公会谋害耶稣

耶稣为拉撒路哀哭并来到坟墓前,将死去四天的拉撒路唤出复活。许多目睹神迹的犹太人信了耶稣,祭司长和法利赛人遂在大祭司该亚法的主导下聚集公会商议杀害耶稣,耶稣因而退往以法莲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.31

οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν,1 ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.

那些同马利亚在家里安慰她的犹太人,见她急忙起来出去,就跟着她,以为她要往坟墓那里去哭。

§11.32

ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.

马利亚到了耶稣所在的地方,一看见他,就俯伏在他脚前,对他说:“主啊,你若早在这里,我兄弟必不死。”

§11.33

Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ Κύριε, ἔρχου καὶ ἴδε.

耶稣看见她哭,并看见与她同来的犹太人也哭,就心里悲叹,又甚忧愁,便说:“你们把他安放在哪里?”他们对他说:“主啊,请来看。”

§11.35

ἐδάκρυσεν ὁ Ἰησοῦς.

耶稣哭了。

§11.36

ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν.

犹太人就说:“你看他爱这人是何等切心。”

§11.37

τινὲς δὲ ἐξ αὐτῶν εἶπαν Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;

其中有人说:“他既然开了瞎子的眼睛,岂不能叫这人也不死吗?”

§11.38

Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ.

耶稣心里又甚悲叹,来到坟墓前;那坟墓是个洞,有一块石头挡在洞口。

§11.39

λέγει ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.

耶稣说:“你们把石头挪开。”那死者的姐姐马大对他说:“主啊,他现在必是发臭了,因为这是第四天了。”

§11.40

λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;

耶稣对她说:“我不是对你说过,你若信,就必看见神的荣耀吗?”

§11.41

ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.

他们就把石头挪开。耶稣举目望天说:“父啊,我感谢你,因为你已经听了我。我也知道你常听我;但我说这话,是为周围站着的众人,叫他们信是你差了我来。”

§11.43

καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε, δεῦρο ἔξω.

说了这话,就大声呼叫说:“拉撒路出来!”

§11.44

ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις,2 καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει [ὁ] Ἰησοῦς αὐτοῖς Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.

那死了的人就出来了,手脚裹着布,脸上包着裹头巾。耶稣对他们说:“解开他,叫他走!”

§11.45

Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ὃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.

那些来看马利亚的犹太人,见了耶稣所做的事,就有许多信了他的;但其中也有人去见法利赛人,把耶稣所做的事告诉他们。

§11.47

Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;

祭司长和法利赛人聚集公会,说:“这人行好些神迹,我们怎么办呢?

§11.48

ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.

若这样由着他,人人都要信他,罗马人也要来夺我们的地土和我们的民族。”

§11.49

εἷς δέ τις ἐξ αὐτῶν Καιάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.

内中有一个人,名叫该亚法,本年作大祭司,对他们说:“你们不知道什么,也不想想,一个人替百姓死,免得通国灭亡,就是你们的益处。”

§11.51

Τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.

他这话不是出于自己,是因他本年作大祭司,所以预言耶稣将要替这一国死;也不但替这一国死,并要将神四散的儿女都聚集归一。

§11.53

Ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

从那日起,他们就商议要杀耶稣。

§11.54

Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.

所以,耶稣不再显明地在犹太人中间行走,却离开那里,往靠近旷野的乡野去,到了一座名叫以法莲的城,就在那里和门徒同住。

§11.55

Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἰεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.

犹太人的逾越节近了,有许多人从乡下上耶路撒冷去,要在节前洁净自己。

§11.56

ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;3

他们就寻找耶稣,站在殿里彼此说:“你们怎么看?他绝不会来过节吗?”

§11.57

δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

祭司长和法利赛人早已出令,若有人知道耶稣在哪里,就要报明,好去拿他。

语法注3 条
  1. 11.31ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν

    提前句法(prolepsis)。在逻辑上作为从属从句(ὅτι从句)主语的名词“马利亚”(τὴν Μαριὰμ),被前置作为分词“看见”(ἰδόντες)的宾格直接宾语,即字面作“看见马利亚,见她急忙起来”。

  2. 11.44δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις

    τοὺς πόδας καὶ τὰς χεῖρας 是修饰被动分词 δεδεμένος(被捆绑)的“限定宾格(关系宾格)”,表示被绑住的具体身体部位,即“手脚被布条绑着”。

  3. 11.56ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;

    紧接在直接疑问句“你们怎么看?”(Τί δοκεῖ ὑμῖν;)之后。连词 ὅτι 引出疑问的内容。否定副词短语 οὐ μή 搭配不定过去时虚拟语气 ἔλθῃ 表示强烈的否定,在整句疑问中表达一种带有猜测或忧虑的反问语气:“难道他绝不会来过节吗?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:11.31-11.57