- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:11.1-11.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣得知拉撒路患病,在原地停留两天后前往伯大尼,抵达后马大出来迎接他,耶稣向她宣告自己就是复活和生命。
Ἦν δέ τις ἀσθενῶν,1 Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
有一个患病的人,名叫拉撒路,住在伯大尼,就是马利亚和她姐姐马大的村子。
ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
这马利亚就是那用香膏抹主,又用头发擦他脚的,患病的拉撒路是她的兄弟。
ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
姐妹两个就打发人去见耶稣,说:“主啊,看哪,你所爱的人病了。”
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς.
耶稣听见就说:“这病不至于死,乃是为神的荣耀,叫神的儿子借此得荣耀。”
ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
耶稣向来爱马大和她妹妹,并拉撒路。
ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
听见拉撒路病了,就在所居之地仍住了两天。
ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
然后对门徒说:“我们再往犹太去吧。”
λέγουσιν αὐτῷ οἱ μαθηταί Ῥαββεί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
门徒对他说:“拉比,犹太人刚才要拿石头打你,你还再往那里去吗?”
ἀπεκρίθη Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
耶稣回答说:“白昼不是有十二个小时吗?人在白昼行走,就不至跌倒,因为看见这世上的光;若在黑夜行走,就必跌倒,因为他里面没有光。”
ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
说了这些话,随后对他们说:“我们的朋友拉撒路睡了,我去要叫醒他。”
εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ Κύριε, εἰ κεκοίμηται σωθήσεται.
门徒对他说:“主啊,他若睡了,就必好了。”
εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
耶稣这话是指着他死说的,他们却以为他是指照常睡了说的。
τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν, καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ·2 ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
耶稣就明明地告诉他们说:“拉撒路死了。我没有在那里,原是为你们的缘故欢喜,叫你们可以信;但我们到他那里去吧。”
εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συνμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ.
多马,又名低土马,就对同作门徒的说:“我们也去和他同死吧。”
Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.3
耶稣到了,就知道拉撒路在坟墓里已经四天了。
ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἰεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.4
伯大尼离耶路撒冷不远,约有十五古里。
πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
有好些犹太人来看马大和马利亚,要为她们兄弟的缘故安慰她们。
ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
马大听见耶稣来了,就去迎接他;马利亚却仍然坐在家里。
εἶπεν οὖν ἡ Μάρθα πρὸς Ἰησοῦν Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου·5
马大对耶稣说:“主啊,你若早在这里,我兄弟必不死。
καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.
就是现在,我也知道,你无论向神求什么,神也必赐给你。”
λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου.
耶稣对她说:“你兄弟必然复活。”
λέγει αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
马大对他说:“我知道在末日复活的时候,他必复活。”
εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;
耶稣对她说:“我就是复活,就是生命; 信我的人,虽然死了,也必活着;凡活着信我的人,必永远不死。你信这话吗?”
λέγει αὐτῷ Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
马大对他说:“主啊,是的,我信你是基督,是神的儿子,就是那要临到世界的。”
καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἴπασα Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
马大说了这话,就回去暗暗地叫她妹妹马利亚,说:“夫子来了,叫你。”
ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν·
马利亚听见了,就急忙起来,到耶稣那里去。
οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
那时耶稣还没有进村子,仍在马大迎接他的地方。
- 11.1Ἦν δέ τις ἀσθενῶν
这是由未完成过去时 ἦν(源自 εἰμί)与现在分词 ἀσθενῶν 构成的迂回时态结构(periphrastic construction),比一般未完成过去时形式 ἠσθένει 更加凸显患病状态的持续性。
- 11.15καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ
句子语序发生交错(hyperbaton)。主句谓语 χαίρω(我欢喜)后接的原因从句实际上是 ὅτι οὐκ ἤμην ἐκεῖ(因我不在那里),而中间插入的 διʼ ὑμᾶς, ἵνα πιστεύσητε(为你们的缘故,叫你们可以信)是为了修辞上的强调而提前置入的目的短语。
- 11.17τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ
动词 ἔχω 带表示时间长度的宾格(τέσσαρας ἡμέρας)构成的惯用句式,意为“度过了(某段时间)”或“已有(四天)”。现在分词 ἔχοντα 的逻辑主语是拉撒路(αὐτόν),即“他已在坟墓里四天了”。
- 11.18ὡς ἀπὸ σταδίων δεκαπέντε
这是希腊化时期希腊语的常见惯用法,介词 ἀπό 后接属格表示空间距离(“相距……”)。副词 ὡς 意为“大约”。
- 11.21εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου
与过去事实相反的非真实条件句。条件从句采用 εἰ + 直陈式未完成过去时(ἦς,“你若当时在”),主句采用 ἄν + 直陈式不定过去时(ἀπέθανεν,“必不致死”)。
