← 新约圣经

约翰福音

§1.1-1.28

道成肉身与施洗约翰的见证

本段叙述了道与真光在创世与道成肉身中的本质,随后记述施洗约翰作见证,表明自己不是基督,而是预备主之道路的旷野之声。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ΕΝ ΑΡΧΗ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.1

太初有道,道与神同在,道就是神。

§1.2

Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.

这道太初与神同在。

§1.3

πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.

万物都是借着他造的;没有一样不是借着他造的。

§1.4

ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν,2 καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·

在他里面造就的,成了生命,这生命就是人的光。

§1.5

καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

光照在黑暗里,黑暗却未能胜过光。

§1.6

Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάνης·

有一个人,是从神那里差来的,名叫约翰。

§1.7

οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ.

这人来,为要作见证,就是为光作见证,叫众人借着他可以信。

§1.8

οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

他不是那光,乃是要为光作见证。

§1.9

Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

那是真光,照亮一切进入世界的人。

§1.10

ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.

他在世界,世界也是借着他造的,世界却不认识他。

§1.11

Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.

他到自己的地方来,自己的人倒不接待他。

§1.12

ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν.

凡接待他的,就是信他名的人,他就赐给他们权柄作神的儿女。这等人不是从血气生的,不是从肉身的意思生的,也不是从人意生的,乃是从神生的。

§1.14

Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας·3

道成了肉身,住在我们中间,充充满满地有恩典有真理。我们也见过他的荣光,正是由父而来的独生子的荣光。

§1.15

(Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων — οὗτος ἦν ὁ εἰπών — Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν)·

(约翰为他作见证,喊着说——这人就是曾说〔这话〕的——“那在我以后来的,反成了在我以前的,因他本来在我以前。” )

§1.16

ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·

因为从他的丰满里,我们都领受了,而且恩上加恩。

§1.17

ὅτι ὁ νόμος διὰ Μωυσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

因为律法是借着摩西传的;恩典和真理都是由耶稣基督来的。

§1.18

θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς4 ἐκεῖνος ἐξηγήσατο.

从来没有人见过神,只有在父怀里的独生神,将他表明出来。

§1.19

Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἰεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ;

约翰所作的见证记在下面:犹太人从耶路撒冷差祭司和利未人到约翰那里,问他说:“你是谁?”

§1.20

καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.

他就承认,并不隐瞒,承认说:“我不是基督。”

§1.21

καὶ ἠρώτησαν αὐτόν Τί οὖν; [σὺ] Ἠλείας εἶ; καὶ λέγει Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.

他们又问他说:“那么,你是谁呢?是以利亚吗?”他说:“我不是。”“是那先知吗?”他回答说:“不是。”

§1.22

εἶπαν οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;

于是他们说:“你到底是谁,叫我们好回复差我们来的人。关于你自己,你说什么呢?”

§1.23

ἔφη Ἐγὼ "φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου," καθὼς εἶπεν Ἠσαίας ὁ προφήτης.

他说:“我就是在旷野有人声喊着说:‘修直主的道’,正如先知以赛亚所说的。”

§1.24

Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.

那些人是法利赛人差来的。

§1.25

καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλείας οὐδὲ ὁ προφήτης;

他们就问他说:“你既不是基督,不是以利亚,也不是那先知,为什么施洗呢?”

§1.26

ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.

约翰回答说:“我是用水施洗,但有一位站在你们中间,是你们不认识的, 就是那在我以后来的,我就是给他解鞋带也不配。”

§1.28

Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάνης βαπτίζων.

这是在约旦河外伯大尼,约翰施洗的地方发生的事。

语法注4 条
  1. 1.1καὶ θεὸς ἦν ὁ λόγος

    带冠词的 ὁ λόγος 是主语,而不带冠词的 θεός 是表语。表语置于动词 ἦν 之前,且不带冠词,表明其侧重于神性本质与属性的陈述,而非与前句中的 τὸν θεόν 完全等同的个体同一。

  2. 1.4ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν

    此处的断句在文本史上存在争议。早期的抄本与教父传统多将 ὃ γέγονεν 归入后一句作为主语(“凡被造的,在他里面成了生命”);而现代多数校勘本则将 ὃ γέγονεν 连于前句(“凡被造的,没有一样不是借着他造的”),后句始于“在他里面有生命”。本译文遵循所给底本的标点(即置句号于 οὐδὲ ἕν 之后),将 ὃ γέγονεν 作为后句之首。

  3. 1.14πλήρης χάριτος καὶ ἀληθείας

    主格形容词 πλήρης 在语法上与主句的主语 ὁ λόγος 一致。尽管它紧随属格短语(μονογενοῦς παρὰ πατρός)或宾格短语(τὴν δόξαν αὐτοῦ)之后而出现格的不一致,但这可理解为对句子的核心主语 ὁ λόγος 的悬置修饰,或是通用希腊语中 πλήρης 作为不变化词的一种习用现象。

  4. 1.18μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς

    本句依据早期重要手抄本的异文 μονογενὴς θεός(独生神)。无冠词的名词短语由带冠词的分词短语 ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός(在父怀里的)作同格修饰,随后的远指代词 ἐκεῖνος 强调性地承接该复合主语,作为动词 ἐξηγήσατο 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg004.humanitext-grc2:1.1-1.28