← 新约圣经

路加福音

§9.32-9.62

医治被鬼附的男孩与作门徒的代价

耶稣从变貌山下来后,医好了门徒未能赶逐恶鬼的男孩,并再次预言受难;随后他藉小孩子教导何为真正的伟大,并在走向耶路撒冷的途中向跟从者阐明决绝的委身要求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.32

ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδαν τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.

彼得和与他在一起的人都打盹沉睡,既清醒过来,就看见耶稣的荣光,并同他站着的那两个人。

§9.33

καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωυσεῖ καὶ μίαν Ἠλείᾳ, μὴ εἰδὼς ὃ λέγει.

二人正要离开耶稣的时候,彼得对耶稣说:“夫子,我们在这里真好!可以搭三座棚,一座为你,一座为摩西,一座为以利亚。”他却不知道自己在说什么。

§9.34

ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.

说这话的时候,有一朵云彩来遮盖他们;他们进入云彩里就惧怕。

§9.35

καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.

有声音从云彩里出来,说:“这是我的儿子,我所拣选的,你们要听从他!”

§9.36

καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.

声音过后,只剩下耶稣一人。当那些日子,他们闭口不言,所看见的事一样也不告诉人。

§9.37

Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.

第二天,他们下了山,就有大批群众迎见耶稣。

§9.38

καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν, καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξέφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόλις ἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν·

看哪,群众中有一个人喊叫说:“夫子!求你看顾我的儿子,因为他是我的独生子。看哪,他被鬼抓住就忽然喊叫;鬼又使他抽搐,口吐白沫,并且重重地伤害他,难以离开他。

§9.40

καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.

我求过你的门徒把鬼赶出去,他们却是不能。”

§9.41

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.

耶稣回答说:“唉!这又不信又悖谬的世代啊,我还要与你们在一起,忍耐你们到几时呢?把你儿子带到这里来吧!”

§9.42

ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.

正来的时候,鬼把他摔倒,使他重重地抽搐。耶稣就斥责那污鬼,医好了孩子,交还给他父亲。

§9.43

ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.

众人都惊叹神的伟大。众人正希奇他所做的一切事时,耶稣对门徒说:“你们要把这些话存在耳中,因为人子将要被交在人手里。”

§9.45

οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.

门徒却不明白这话,这意思是向他们隐藏的,叫他们不能领悟,他们也怕问他这话的意思。

§9.46

Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.1

门徒中间起了一场争论:他们当中谁将是最大的。

§9.47

ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, καὶ εἶπεν αὐτοῖς Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.

耶稣看出他们心里的议论,就领一个小孩子来,让他站在自己身边,对他们说:“凡为我的名接待这小孩子的,就是接待我;凡接待我的,就是接待差我来的那一位。因为在你们众人中最小的,这人就是大的。”

§9.49

Ἀποκριθεὶς δὲ Ἰωάνης εἶπεν Ἐπιστάτα, εἴδαμέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.

约翰回答说:“夫子,我们看见一个人奉你的名赶鬼,我们就禁止他,因为他不与我们一同跟从你。”

§9.50

εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ὑμῶν ὑπὲρ ὑμῶν ἐστίν.

耶稣对他说:“不要禁止他;因为不反对你们的,就是帮助你们的。”

§9.51

Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,2 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. Καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·

耶稣被接上升的日子将到,他就定意向耶路撒冷去,便打发使者在他前面去。他们去,进了撒玛利亚的一个村庄,要为他预备。

§9.53

καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.

那里的人却不接待他,因为他面向着耶路撒冷去。

§9.54

ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάνης εἶπαν Κύριε, θέλεις εἴπωμεν "πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι" αὐτούς;

他的门徒雅各、约翰看见了,就说:“主啊,你要我们吩咐 火从天降下来烧灭 他们吗?”

§9.55

στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.

耶稣转身斥责他们。

§9.56

καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

他们就往另一个村庄去了。

§9.57

Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.

他们行路的时候,有人对耶稣说:“你无论往哪里去,我都要跟从你。”

§9.58

καὶ εἶπεν αὐτῷ [ὁ] Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

耶稣对他说:“狐狸有洞,天空的飞鸟有窝,人子却没有枕头的地方。”

§9.59

Εἶπεν δὲ πρὸς ἕτερον Ἀκολούθει μοι. ὁ δὲ εἶπεν Ἐπίτρεψόν μοι πρῶτον ἀπελθόντι θάψαι τὸν πατέρα μου.

他又对另一个人说:“跟从我!”那人说:“容我先回去埋葬我的父亲。”

§9.60

εἶπεν δὲ αὐτῷ Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.

耶稣说:“任凭死人埋葬他们的死人,你只管去传扬神的国。”

§9.61

εἶπεν δὲ καὶ ἕτερος Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.

又有一人说:“主,我要跟从你,但容我先去辞别我家里的人。”

§9.62

εἶπεν δὲ [πρὸς αὐτὸν] ὁ Ἰησοῦς Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.

耶稣说:“手扶着犁向后看的人,没有一个适合进神的国。”

语法注2 条
  1. 9.46τὸ τίς ἂν εἴη μείζων αὐτῶν

    中性单数定冠词 τό 将整个间接疑问句(τίς ἂν εἴη...)实质化为名词从句。从句中的 ἄν 搭配希求语气动词 εἴη 构成潜势希求法(potential optative),表达门徒心中带着揣测与争执的推想:“究竟谁可能是最大的”。

  2. 9.51καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ

    连词 καί 位于时间性定冠词不定词短语(ἐν τῷ συμπληροῦσθαι...)之后的主句句首,属于反映希伯来语叙事风格的“归结性 καί”(apodotical καί)。此外,“坚立面容”(τὸ πρόσωπον στηρίζειν)是表达坚决意志的闪米特语表达,其后的属格定冠词不定词 τοῦ πορεύεσθαι 则起说明性(epexegetical)或目的性作用,指明其决意前往的目标。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:9.32-9.62