- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:9.1-9.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣差遣十二使徒传道医病,并在他们归来后施行五饼二鱼喂饱五千人的神迹。随后他引出彼得的认信,预言自己的受难并教导门徒当背起十字架,最后在山上改变容貌,在荣耀中与摩西和以利亚谈话。
Συνκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι, καὶ εἶπεν πρὸς αὐτούς Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε δύο χιτῶνας ἔχειν.1
耶稣叫齐了十二个门徒,赐给他们权柄、能力,制伏一切的鬼,医治各样的病,差遣他们去传讲神的国,医治病人,对他们说:“行路的时候,不要带什么:不要带拐杖,不要带口袋,不要带食物,不要带银子,也不要带两件褂子。
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
无论进哪一家,就住在那里,也从那里起行。
καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπʼ αὐτούς.
凡不接待你们的,你们离开那城的时候,要把脚上的尘土跺下去,作为对他们的见证。”
Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
门徒就出去,走遍各乡,传福音,到处治病。
Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπὸ τινῶν ὅτι Ἰωάνης ἠγέρθη ἐκ νεκρῶν, ὑπὸ τινῶν δὲ ὅτι Ἠλείας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
分封的王希律听见所发生的一切事,就游移不定,因为有人说是约翰从死里复活;又有人说是以利亚显现;还有人说是古时的一个先知复活了。
εἶπεν δὲ [ὁ] Ἡρῴδης Ἰωάνην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
希律说:“约翰我已经斩了,这却是什么人,我竟听见他这样的事呢?”就想要见他。
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαιδά.
使徒回来,把所做的事都告诉耶稣。耶稣带着他们,私下退到一座名叫伯赛大的城去。
οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
众人知道了,就跟着他去。耶稣接待他们,对他们讲论神的国,医治那些需医的人。
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
日头快要平西,十二个门徒来对他说:“请叫众人散开,让他们往周围乡村田舍去借宿找吃的,因为我们这里是野地。”
εἶπεν δὲ πρὸς αὐτούς Δότε αὐτοῖς φαγεῖν ὑμεῖς. οἱ δὲ εἶπαν Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν2 εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
耶稣对他们说:“你们给他们吃吧!”他们说:“我们不过有五个饼,两条鱼,除非我们亲自去为这许多人买吃的。”
ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.
原来男人约有五千。耶稣对门徒说:“叫他们一排一排地坐下,每排大约五十个人。”
καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.
门徒就照样做了,叫众人都坐下。
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
耶稣拿着这五个饼、两条鱼,望着天祝谢了,擘开,递给门徒,摆在众人面前。
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
他们都吃,并且吃饱了;把他们剩下的零碎收拾起来,装满了十二个篮子。
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων Τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι;
耶稣独自祈祷的时候,门徒也同他在那里。耶稣问他们说:“众人说我是谁?”
οἱ δὲ ἀποκριθέντες εἶπαν Ἰωάνην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλείαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
他们回答说:“有人说是施洗的约翰;但有人说是以利亚;还有人说是古时的一个先知复活了。”
εἶπεν δὲ αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν Τὸν χριστὸν τοῦ θεοῦ.
耶稣对他们说:“你们说我是谁?”彼得回答说:“是神所立的基督。”
ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο, εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
耶稣严严地警戒他们,吩咐他们不可将这事告诉人,又说:“人子必须受许多的苦,被长老、祭司长和文士弃绝,并且被杀,第三天复活。”
Ἔλεγεν δὲ πρὸς πάντας Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθʼ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
耶稣又对众人说:“若有人要跟从我,就当舍己,天天背起他的十字架来跟从我。
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
因为凡要救自己生命的,必丧掉生命;凡为我丧掉生命的,必救了生命。
τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
人若赚得全世界,却丧了自己,或赔上自己,有什么益处呢?
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
凡把我和我的道当作可耻的,人子在自己的荣耀里,并天父与圣天使的荣耀里降临的时候,也要把那人当作可耻的。
Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου3 ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
我实在告诉你们:站在这里的,有人在没尝死味以前,必看见神的国。”
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ παραλαβὼν Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον ἀνέβη4 εἰς τὸ ὄρος προσεύξασθαι.
说了这些话以后约有八天,耶稣带着彼得、约翰、雅各上山去祷告。
καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
正祷告的时候,他的面貌改变了,衣服洁白放光。
καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωυσῆς καὶ Ἠλείας, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ5 ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
看哪,有两个人同耶稣说话,就是摩西和以利亚;他们在荣耀里显现,谈论他去世的事,就是他在耶路撒冷将要成全的事。
- 9.3μήτε δύο χιτῶνας ἔχειν
承接前文的直接命令语气(Μηδὲν αἴρετε),此处在否定连词 μήτε 之后转换成了不定式 ἔχειν(起命令作用的不定式,或转向间接命令句结构),语义上等同于“也不要有两件褂子”。
- 9.13εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν
连词 εἰ μήτι(除非)后接不定过去时虚拟语气 ἀγοράσωμεν。虽然 εἰ 通常接直陈语气,但此处接虚拟语气表示审慎的假设或唯一的例外(“除非我们亲自去买食物”)。
- 9.27οἳ οὐ μὴ γεύσωνται θανάτου
在关系代词节中,双重否定词 οὐ μή 加上不定过去时虚拟语气 γεύσωνται,构成强烈的断定否定句(“决不会尝死味”)。属格 θανάτου 是动词 γεύομαι(品尝)所要求的宾语格位。
- 9.28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ παραλαβὼν Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον ἀνέβη
这是路加特有的 ἐγένετο 句式结构。表示时间段的短语以主格形式 ὡσεὶ ἡμέραι ὀκτώ 作为插入语嵌入其中,随后直接连接主语分词 παραλαβών 和主要动词 ἀνέβη。
- 9.31ἔλεγον τὴν ἔξοδον αὐτοῦ
动词 λέγω 直接带宾格 τὴν ἔξοδον αὐτοῦ,意为“谈论关于他的离世/出离”。ἔξοδος 字面意义为“走出、离开”,在此委婉指耶稣即将在耶路撒冷经历的死亡、受难与得荣耀。
