- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:10.1-10.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣差遣七十(二)门徒去传道医病,宣告拒绝福音的城镇必受审判;门徒欢喜归来述说权柄,耶稣指示当因名字记录在天上而欢喜,并为天父的美意感恩。
Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος ἑτέρους ἑβδομήκοντα [δύο] καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο1 [δύο] πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
这些事以后,主又指定了七十[二]个人,差遣他们两个两个地在他前面,往他自己将要到的各城各地方去。
ἔλεγεν δὲ πρὸς αὐτούς Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ.
他对他们说:“庄稼固多,工人却少。所以,你们当求庄稼的主打发工人出去收他的庄稼。
ὑπάγετε. ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
你们去吧!看哪,我差你们出去,如同羊羔进入狼群。
μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
不要带钱囊,不要带口袋,不要带鞋,在路上也不要向人问安。
εἰς ἣν δʼ ἂν εἰσέλθητε οἰκίαν πρῶτον λέγετε Εἰρήνη τῷ οἴκῳ τούτῳ.
无论进哪一家,先要说:‘愿这一家平安!’
καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε,2 ἐφʼ ὑμᾶς ἀνακάμψει.
那里若有当得平安的人,你们的平安就必临到他;若不然,那平安就必归还你们。
ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἔσθοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
你们要住在那一家,吃喝他们所供给的,因为工人得工钱是应当的。不要从这家搬到那家。
καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
无论进哪一城,人若接待你们,给你们摆上什么,你们就吃什么;要医治那城里的病人,对他们说:‘神的国临近你们了。’
εἰς ἣν δʼ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ.
无论进哪一城,人若不接待你们,你们就出来到街市上,说:‘就是你们城里粘在我们脚上的尘土,我们也当着你们擦去。虽然如此,你们当知道:神的国临近了。’
λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
我告诉你们,当那日,所多玛所受的,比那城还容易受呢!
Οὐαί σοι, Χοραζείν· οὐαί σοι, Βηθσαιδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν.
哥拉汛哪,你有祸了!伯赛大啊,你有祸了!因为在你们中间所行的异能,若行在推罗、西顿,他们早已披麻蒙灰,坐在地上悔改了。
πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
然而在审判的时候,推罗、西顿所受的,比你们还容易受呢!
Καὶ σύ, Καφαρναούμ, μὴ "ἕως οὐρανοῦ ὑψωθήσῃ;3 ἕως τοῦ ᾄδου" "καταβήσῃ."
还有你,迦百农啊,你岂要 被高举到天上吗?你必降 到阴间!
Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
听从你们的就是听从我;弃绝你们的就是弃绝我;弃绝我的就是弃绝差我来的那一位。”
Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα [δύο] μετὰ χαρᾶς λέγοντες Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
那七十[二]个人欢欢喜喜地回来,说:“主啊,因你的名,就是鬼也服了我们!”
εἶπεν δὲ αὐτοῖς Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
〔耶稣〕对他们说:“我曾看见撒但从天上坠落,像闪电一样。
ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ "πατεῖν4 ἐπάνω ὄφεων" καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.5
看哪,我已经给你们权柄可以 践踏蛇 和蝎子,又胜过仇敌一切的能力,断没有什么能害你们。
πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐνγέγραπται ἐν τοῖς οὐρανοῖς.
然而,不要因众灵服了你们就欢喜,却要因你们的名记录在天上欢喜。”
Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
正当那时,〔耶稣〕在圣灵里欢喜快乐,说:“父啊,天地的主,我感谢你!因为你将这些事向聪明通达人隐藏起来,向婴孩显出来。父啊,是的,因为你的美意本是如此。”
- 10.1ἀνὰ δύο
介词 ἀνά 接数词宾格,表分配(分配宾格),意为“两个两个地”或“成对地”。
- 10.6εἰ δὲ μήγε
习惯性省略条件句,承接前述条件的相反情况,意为“若不然”、“否则”,省略了重复的主谓成分(即“若那里没有和平之子”)。
- 10.15μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ;
由否定词 μή 引出的疑问句,期待否定的回答(修辞疑问句,意为“难道你会被高举到天上吗?断乎不会”),与下文降到阴间的陈述形成强烈对比。
- 10.15τοῦ πατεῖν
带冠词不定式的属格形式,作前面名词 τὴν ἐξουσίαν 的同位语或说明性属格,意为“践踏……的权柄”。
- 10.19οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει
否定代词 οὐδέν 与强意否定结构 οὐ μή(接将来直陈式或不定过去虚拟式)重叠使用,构成极强烈的否定,意为“绝没有任何事物能伤害你们”。
