← 新约圣经

路加福音

§8.28-8.56

格拉森驱魔与睚鲁女儿的复活

耶稣在格拉森医治了被名为“群”的污鬼附身之人并驱鬼入猪群;返回对岸后,他在路途中医治了一位患血漏的妇女,并使管会堂者睚鲁已死的女儿复活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.28

ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν Τί ἐμοὶ καὶ σοί,1 Ἰησοῦ υἱὲ [τοῦ θεοῦ] τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς·

他一看见耶稣,就喊叫起来,俯伏在他面前,大声说:“至高神的儿子耶稣,我和你有什么相干?我求你,不要叫我受苦!”

§8.29

παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις2 συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρήσσων τὰ δεσμὰ ἠλαύνετο ἀπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.

因为耶稣曾吩咐那污鬼从这人身上出来。原来这鬼屡次抓住他;他常被铁链和脚镣捆锁监视,但他挣断锁链,被鬼赶到旷野去。

§8.30

ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς Τί σοὶ ὄνομά ἐστιν; ὁ δὲ εἶπεν Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.

耶稣问他说:“你叫什么名字?”他说:“群”;因为进到他里面的鬼很多。

§8.31

καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.

鬼就央求耶稣,不要吩咐他们到无底坑里去。

§8.32

Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.

在那里山坡上,有一大群猪正在吃食;鬼央求耶稣,准他们进入那些猪里去。耶稣准许了他们。

§8.33

ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

鬼就从那人身上出来,进入猪里;那群猪就闯下山崖,投在湖里淹死了。

§8.34

Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.

放猪的看见所发生的事就逃跑,去告诉城里和乡下的人。

§8.35

ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθαν πρὸς τὸν Ἰησοῦν, καὶ εὗραν καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας [τοῦ] Ἰησοῦ, καὶ ἐφοβήθησαν.

众人就出来看所发生的事;他们来到耶稣那里,看见鬼已经出来的那人坐着,穿上衣服,心里明白过来,在耶稣脚前,他们就害怕。

§8.36

ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.

看见的人便把被鬼附的人怎样得医治的事告诉他们。

§8.37

καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.

格拉森周围领地所有的民众都请求耶稣离开他们,因为他们被大惧怕所笼罩。耶稣就上船回去了。

§8.38

ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

鬼已经出来的那人恳求要和耶稣同在,耶稣却打发他走,说:“你回家去,传说神为你做了何等大的事。”他就去,满城传扬耶稣为他做了何等大的事。

§8.40

Ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.

耶稣回来的时候,众人迎接他,因为他们都在等候他。

§8.41

Καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.

看哪,有一个人名叫睚鲁,他是管会堂的,来到俯伏在耶稣脚前,求耶稣到他家里去;因为他有一个独生女,约十二岁,快要死了。耶稣去的时候,众人都拥挤他。

§8.43

καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις οὐκ ἴσχυσεν ἀπʼ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.

有一个女人,患了十二年的血漏,并没有一人能医好她,她从后头来,摸他的衣裳繸子,她的血漏立刻就止住了。

§8.45

καὶ εἶπεν ὁ Ἰησοῦς Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.

耶稣说:“摸我的是谁?”众人都否认的时候,彼得说:“夫子,众人拥挤紧靠着你。”

§8.46

ὁ δὲ Ἰησοῦς εἶπεν Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦ.3

耶稣说:“总有人摸我,因为我知道有能力从我身上发出来。”

§8.47

ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.

那女人知道不能隐瞒,就战战兢兢地来俯伏在耶稣面前,把摸他的缘故和怎样立刻痊愈的事,在众人面前说出来。

§8.48

ὁ δὲ εἶπεν αὐτῇ Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

耶稣对她说:“女儿,你的信救了你;平平安安地去吧!”

§8.49

Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.

耶稣还在说话的时候,有人从管会堂的家里来,说:“你的女儿死了,不要再劳动夫子了。”

§8.50

ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ Μὴ φοβοῦ, μόνον πίστευσον, καὶ σωθήσεται.

耶稣听见就对他说:“不要怕,只要信!她必得痊愈。”

§8.51

ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινὰ σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.

耶稣到了他的家,除了彼得、约翰、雅各和女孩子的父母,不准别人同他进去。

§8.52

ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει.

众人都为这女孩子哀哭捶胸。耶稣说:“不要哭,她不是死了,是睡着了。”

§8.53

καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.

他们知道她已经死了,就嗤笑耶稣。

§8.54

αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων Ἡ παῖς, ἔγειρε.4

耶稣拉着她的手,呼叫说:“孩子,起来!”

§8.55

καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.

她的灵魂便回来,她就立刻起来了。耶稣吩咐给她东西吃。

§8.56

καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

她的父母非常惊奇;耶稣却嘱咐他们,不要把所发生的事告诉人。

语法注4 条
  1. 8.28Τί ἐμοὶ καὶ σοί

    带有两个与格(ἐμοί与σοί)的习惯表达,受闪米特语言习惯影响,字面为“我与你之间有什么?”,意为“我与你有什么相干?”,表示拒绝干涉或抗议。

  2. 8.29πολλοῖς γὰρ χρόνοις

    时间与格(dative of time)复数,可表示“长期以来”(时间跨度)或“屡次/多次”(频次)。与下文描述反复被附身与拘禁的未完成过去时(ἐδεσμεύετο, ἠλαύνετο)和过去完成时(συνηρπάκει)相呼应。

  3. 8.46ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦ

    在认知动词(ἔγνων)后使用宾格名词(δύναμιν)加完成时分词(ἐξεληλυθυῖαν)构成的分词补足语结构,替代了ὅτι从句或不定式结构,意为“我知道有能力从我身上发出了”。

  4. 8.54Ἡ παῖς, ἔγειρε

    带定冠词的主格(ἡ παῖς)代替呼格用于直接呼告。这是希腊化时期希腊语中常见的语法现象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:8.28-8.56