- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:8.1-8.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在妇女们的资助下周游传道,讲述并解释了撒种的比喻和灯的比喻,阐明何为真正的亲属,随后在与门徒乘船渡湖时平息风浪,到达格拉森人的地方。
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάνα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
随后,耶稣周游各城各乡传道,宣讲神国的福音。同他在一起的有十二个门徒,还有几个蒙医治脱离恶鬼和疾病的妇女:包括被称为抹大拉的马利亚,曾有七个鬼从她身上赶出来,又有希律的管家苦撒的妻子约亚拿,并苏撒拿,和好些别的妇女,她们都用自己的财物供给他们。
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι1 τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
当大批群众聚集,各城的人都来到他那里的时候,耶稣用比喻说:“有一个撒种的出去撒种。撒的时候,有的落在路旁,被人践踏,天上的飞鸟又来把它吃尽了。
καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
有的落在磐石上,一长出来就枯干了,因为得不到滋润。
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συνφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
有的落在荆棘里,荆棘一同生长,把它挤住了。
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
又有落在好土里的,生长起来,结出百倍的果实。”耶稣说了这些话,就呼喊说:“有耳可听的,应当听!”
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή.
门徒问他这比喻是什么意思。
ὁ δὲ εἶπεν Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα "βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνίωσιν."
他说:“神国的奥秘只赐给你们知道;至于别人,就用比喻,为要叫 ‘他们看也看不见,听也听不懂。’
ἔστιν δὲ αὕτη ἡ παραβολή. Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
这比喻乃是这样:种子就是神的道。
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
那些在路旁的,就是听了的人;随后魔鬼来,从他们心里把道夺去,免得他们信而得救。
οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
那些在磐石上的,就是人听了道,欢喜接受,但这些没有根,不过暂时相信,及至遇见试炼就退后了。
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συνπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
那落在荆棘里的,就是人听了道,走着走着,就被今生的忧虑、财富和享乐挤住了,结不出成熟的子粒来。
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
那落在好土里的,就是人听了道,持守在诚实良善的心里,并且忍耐着结实。
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλʼ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
没有人点灯用器皿盖上,或放在床底下,而是放在灯台上,叫进来的人能看见亮光。
οὐ γὰρ ἔστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
因为没有隐藏的事不显露出来,也没有隐密的事不被人知道而暴露出来的。
Βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.
所以,你们应当留心怎样听;因为凡有的,还要加给他;凡没有的,连他自以为有的,也要被夺去。”
Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
耶稣的母亲和兄弟来到他那里,因为人多,不能与他相见。
ἀπηγγέλη δὲ αὐτῷ Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε.
有人告诉他说:“你的母亲和你的兄弟站在外面,想要见你。”
ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
耶稣回答他们说:“听了神的道而遵行的人,就是我的母亲,我的兄弟了。”
Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν.
有一天,耶稣和门徒上了船,他对他们说:“我们渡到湖那一边去吧。”他们就开船了。
πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο2 καὶ ἐκινδύνευον.
正航行的时候,耶稣睡着了。湖上忽然起了狂风,船满了水,情况十分危险。
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
门徒来叫醒了他,说:“夫子!夫子!我们快没命了!”耶稣醒来,斥责狂风巨浪,风浪就止息,平静了。
εἶπεν δὲ αὐτοῖς Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει3 καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
耶稣对他们说:“你们的信心在哪里呢?”他们又惧怕又惊奇,彼此说:“这到底是谁?他甚至吩咐风和水,连风和水也听从他了!”
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας.
他们到了格拉森人的地方,就在加利利的对面。
ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν.
耶稣一上岸,城里就有一个被鬼附着的人迎面而来。这人许久不穿衣服,不住在屋子里,而是住在坟茔里。
- 8.5τοῦ σπεῖραι
带有属格定冠词 τοῦ 的不定式(属格不定式),在主要动词 ἐξῆλθεν 之后表示目的(“为了撒种”)。在新约希腊语中,τοῦ 连同不定式表示目的是常见的用法,相当于 ἵνα 目的从句。
- 8.23συνεπληροῦντο
动词 συμπληρόω 的未完成过去时被动态第三人称复数。语法上的主语是船上的乘客(耶稣与门徒),属于航海惯用表达,将船只进水、漫灌至船上之人的危急状态以人的被动态形式呈现(意即“他们被水淹没/船满了水”)。
- 8.25ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει
紧接在疑问句 Τίς ἄρα οὗτός ἐστιν 之后的 ὅτι 从句,引导表示结果或原因/依据的解释(“以致于他连风都吩咐 / 见他竟吩咐风……”),说明门徒惊叹赞佩的缘由。
