- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:7.25-7.50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣论述了施洗约翰的伟大与当代人的顽梗,随后在法利赛人西门家坐席时,接纳了一个有罪女人的香膏与眼泪,并以两个欠债人的比喻宣告她的罪因信得蒙赦免。
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
那么,你们出去是要看什么?穿细软衣服的人吗?看哪,那穿华丽衣服、宴乐度日的人是在王宫里。
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
那么,你们出去是要看什么?先知吗?是的,我告诉你们,他比先知大多了。
οὗτός ἐστιν περὶ οὗ γέγραπται "Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου."
这个人就是经上所记的: ‘看哪,我要差遣我的使者在你面前,他要在你前面为你预备道路。’
λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάνου οὐδεὶς ἔστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστίν.
我告诉你们,凡妇人所生的,没有一个大过约翰;然而神国里最小的比他还大。”
— Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάνου· οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς,1 μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.—
(众百姓和税吏听见了,因为受过约翰的洗,就称神为义;法利赛人和律法师没有受过他的洗,竟废弃了神对他们所立的旨意。)
Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ἃ λέγει Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε·
“这样,我可用什么比这世代的人呢?他们好像什么呢? 他们好像孩童坐在街市上,彼此呼叫说: ‘我们向你们吹笛,你们不跳舞; 我们举哀,你们不啼哭。’
ἐλήλυθεν γὰρ Ἰωάνης ὁ βαπτιστὴς μὴ ἔσθων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε Δαιμόνιον ἔχει·
因为施洗的约翰来,不吃饼,不喝酒,你们说:‘他是被鬼附的。’
ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἔσθων καὶ πίνων, καὶ λέγετε Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
人子来,也吃也喝,你们说:‘看哪,他是贪食好酒的人,是税吏和罪人的朋友。’
καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.
但智慧借着她所有的儿女显为正了。”
Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη.
有一个法利赛人请耶稣和他吃饭,耶稣就到法利赛人家里坐席。
Καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου; κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
看哪,城里有一个女人,是个罪人,知道耶稣在法利赛人家里坐席,就拿着盛香膏的玉瓶,站在耶稣背后,挨着他的脚哭,开始用眼泪沾湿耶稣的脚,就用自己的头发擦干,又用嘴连连亲他的脚,把香膏抹上。
Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων Οὗτος εἰ ἦν [ὁ] προφήτης, ἐγίνωσκεν ἂν2 τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
请耶稣的法利赛人看见了,心里说:“这人若是先知,必知道摸他的是谁,是个怎样的女人,知道她是个罪人。”
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ Διδάσκαλε, εἰπέ, φησίν. δύο χρεοφιλέται ἦσαν δανιστῇ τινί·
耶稣回答他说:“西门,我有话要对你说。”西门说:“老师,请说。”“一个债主有两个人欠他的债:
ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
一个欠五百个银币,另一个欠五十个。
μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;
因为他们都无力偿还,债主就开恩免了他们两个人的债。这样,他们哪一个更爱他呢?”
ἀποκριθεὶς Σίμων εἶπεν Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ Ὀρθῶς ἔκρινας.
西门回答说:“我想是那多得免除的人。”耶稣对他说:“你断得不错。”
καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν. φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
于是转向那女人,对西门说:“你看见这女人吗?我进了你的家,你没有给我水洗脚,但这女人用眼泪湿了我的脚,用自己的头发擦干;你没有与我亲嘴,但这女人从我进来的时候起,就不住地亲我的脚;你没有用油抹我的头,但这女人用香膏抹我的脚。
οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ·3 ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
所以我告诉你,她那许多的罪都赦免了,因为她爱得多;但那少得赦免的,爱的也少。”
εἶπεν δὲ αὐτῇ Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
于是对那女人说:“你的罪都赦免了。”
καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
同席的人开始在心里说:“这是什么人,竟然也赦免罪呢?”
εἶπεν δὲ πρὸς τὴν γυναῖκα Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
耶稣对那女人说:“你的信救了你;平平安安地去吧。”
- 7.30τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς
介词短语 εἰς ἑαυτούς 既可理解为表示关系或针对(“对自己而言”、“关乎自己的”),也可理解为表示不利后果(“自招亏损地”、“以害自身的方式”)。无论哪种读法,都表明法利赛人和律法师拒绝接受洗礼,从而废弃了神本为他们所定下的救赎旨意(βουλή)。
- 7.39Οὗτος εἰ ἦν [ὁ] προφήτης, ἐγίνωσκεν ἂν
这是由条件从句中的未完成过去时直陈语气(ἦν)与主句中的 ἄν 加未完成过去时直陈语气(ἐγίνωσκεν ἄν)构成的与现在事实相反的虚拟条件句(反事实假设)。西门基于“耶稣不是先知”的假定,推断出“他若是个先知,就会知道这女人是谁(但他现在显然不知道)”。
- 7.47ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ
连词 ὅτι 在此处的逻辑功能存在两种解释:(1) 表示直接原因(“因她爱得多,所以许多罪得赦免”);(2) 根据前文免债比喻(得免多者爱得多)及后文“少得赦免的爱的也少”,引出推论的凭据或明证(“她那许多的罪都赦免了,这从她爱得多就可以证明”)。后一种解读与全段比喻中“爱是蒙赦免的结果与明证而非功德原因”的逻辑完全一致。
