- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:7.1-7.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在迦百农称赞百夫长的信心并远程医治其仆人,又在拿因使寡妇死去的独生子复活。施洗约翰差门徒前来询问他是否就是那将要来者,耶稣以所行的医治神迹作答,待使者离去后便向众人讲论约翰。
Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
耶稣对百姓讲完了他一切的话,就进了迦百农。
Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος.
有一个百夫长所宝贵的仆人,患病快要死了。
ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
百夫长风闻耶稣的事,就托犹太人的几个长老去求耶稣来救他的仆人。
οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο,1 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
他们到了耶稣那里,就切切地求他说:“你给他行这事是他配得的;因为他爱我们的民族,自己为我们建造会堂。”
ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ Κύριε, μὴ σκύλλου, οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου·
耶稣就和他们同去。离那家已经不远,百夫长托几个朋友去见耶稣,对他说:“主啊,不要劳驾,因你到我舍下,我是不敢当的;所以我也自以为不配去见你;只要你说一句话,我的仆人就必好了。
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο, καὶ ποιεῖ.
因为我也是置于权下的人,也有兵在我以下,对这个说‘去!’他就去;对那个说‘来!’他就来;对我的仆人说‘做这事!’他就去做。”
ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν Λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
耶稣听见这话,就很希奇他,转身对跟随的众人说:“我告诉你们,这么大的信心,就是在以色列中,我也没有遇见过。”
καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.
那差来的人回到家里,看见仆人已经痊愈了。
Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναίν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.
过了不多久,耶稣往一座名叫拿因的城去,有门徒和极多的人与他同行。
ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς2 μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
将近城门,看哪,有一个死人被抬出来,是他母亲独生的儿子,他母亲又是寡妇;城里有许多人陪着她。
καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ Μὴ κλαῖε.
主看见那母亲,就怜悯她,对她说:“不要哭。”
καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν Νεανίσκε σοὶ λέγω, ἐγέρθητι.
于是上前按着杠,抬的人就站住了。耶稣说:“少年人,我吩咐你,起来!”
καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
那死人就坐起,并且开始说话,耶稣便把他交给他母亲。
Ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
众人都惊惧,归荣耀与神,说:“有大先知在我们中间兴起来了!”又说:“神眷顾了他的百姓!”
καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.
关于耶稣的这风声就传遍了犹太和周围各地。
Καὶ ἀπήγγειλαν Ἰωάνει οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάνης ἔπεμψεν πρὸς τὸν κύριον λέγων Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
约翰的门徒把这一切事都告诉约翰。他便叫了两个门徒来,差他们到主那里去,说:“那将要来的是你吗?还是我们等候别人呢?”
παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν Ἰωάνης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
那两个人到了耶稣那里,说:“施洗的约翰差我们来问你:‘那将要来的是你吗?还是我们等候别人呢?’”
ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.3
正当那时,耶稣治好了许多有疾病的、受灾患的、被恶鬼附着的,又开恩赐给好些瞎子能看见。
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάνει ἃ εἴδετε καὶ ἠκούσατε· "τυφλοὶ ἀναβλέπουσιν," χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, "πτωχοὶ εὐαγγελίζονται·4"
耶稣回答说:“你们去,把所见所闻的事告诉约翰,就是: 瞎子看见, 瘸子行走,长大麻风的得洁净,聋子听见,死人复活, 穷人有福音传给他们。
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
凡不因我跌倒的,就有福了!”
Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάνου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάνου Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
约翰的使者走了以后,耶稣就开始对众人讲论约翰说:“你们从前出到旷野,是要看什么呢?要看风吹动的芦苇吗?
- 7.4ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο
与格关系代名词 ᾧ 在关系从句中作间接宾语(“你为之提供此事的那个人”),从句谓语 παρέξῃ 为将来关身直说式。整个关系从句充当形容词 ἄξιος(配得上、相称)的补充说明成分,相当于通用希腊语中带 ἵνα 的从句或不定式结构。
- 7.12ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς
在以 ὡς 引导的时间从属句(“将近城门时”)之后,主句开头以连词 καὶ 与 ἰδοὺ(“看哪”)引出。这种在归结句首使用 καὶ ἰδοὺ 的现象是受希伯来语语法(wəhinnēh)影响的典型拟闪米特句法,用以突显主句中突发或具有戏剧性的事件。
- 7.21τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν
动词 ἐχαρίσατο(恩赐、赐予)支配与格间接宾语 τυφλοῖς πολλοῖς(许多盲人),并带不定式 βλέπειν(看见)作为直接宾语,意为“赐予许多盲人看见(视力)的恩典”。
- 7.22πτωχοὶ εὐαγγελίζονται
动词 εὐαγγελίζονται 在此处应理解为被动态,主语 πτωχοί(穷人)是受传者,即“穷人有福音传给他们”。虽然该动词在通用希腊语中常用作关身态(“传福音”),但在引证以赛亚书 61:1 弥赛亚预言的语境中,受众作被动语态的主语是学界一致的判断。
