- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:6.26-6.49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣告诫门徒不要追求虚浮的赞美,并教导爱仇敌、不求回报、不论断人以及施予怜悯。他接着通过瞎子领路、好树结好果子,以及在磐石和沙土上建房的比喻,强调听道并必须行道。
οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσιν1 πάντες οἱ ἄνθρωποι, κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
众人都说你们好的时候,你们就有祸了!因为他们的祖宗待假先知也是这样。
Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, προσεύχεσθε περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.
只是我告诉你们这听道的人:当爱你们的仇敌,善待那恨你们的人!咒诅你们的,要为他们祝福!凌辱你们的,要为他们祷告!
τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
有人打你这边的脸,连那边的脸也由他打;有人夺你的外衣,连里衣也不要阻挡他拿去。
παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
凡向你求的,就给他;有人夺你的东西去,不用再要回来。
καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.
你们愿意人怎样待你们,你们也要怎样待人。
καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.
你们若单爱那爱你们的人,有什么可感戴的呢?因为连罪人也爱那爱他们的人。
καὶ [γὰρ] ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.
你们若善待那善待你们的人,有什么可感戴的呢?连罪人也是这样行。
καὶ ἐὰν δανίσητε παρʼ ὧν ἐλπίζετε λαβεῖν, ποία ὑμῖν χάρις [ἐστίν]; καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα.
你们若借给人,指望从他们收回,有什么可感戴的呢?连罪人也借给罪人,要如数收回。
πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
你们倒要爱仇敌,也要善待他们,并要借给人不指望偿还;你们的赏赐就必大了,你们也必作至高者的儿子,因为他恩待那忘恩的和作恶的。
Γίνεσθε οἰκτίρμονες καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·
你们要慈悲,像你们的父慈悲一样。
καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε·2 καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
你们不要论断人,就决不被论断;你们不要定人的罪,就决不被定罪;你们要饶恕人,就必蒙饶恕;你们要给人,就必有给你们的,并且要用十足的升斗,连摇带按,上尖下流地倒在你们怀里;因为你们用什么量器量给人,也必用什么量器量给你们。
Εἶπεν δὲ καὶ παραβολὴν αὐτοῖς Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται;
耶稣又对他们讲一个比喻说:“瞎子岂能领瞎子,两个人不是都要掉在坑里吗?
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
学生不能高过先生;凡学成了的,都必像他的先生一样。
Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;
为什么看见你弟兄眼中有刺,却不想自己眼中有梁木呢?
πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.3
你不见自己眼中有梁木,怎能对你弟兄说‘弟兄,容我去掉你眼中的刺’呢?你这假冒为善的人!先去掉自己眼中的梁木,然后才能看得清楚,去掉你弟兄眼中的刺。
Οὐ γὰρ ἔστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται·
因为没有好树结坏果子,也没有坏树结好果子。 每棵树都是凭着自己的果子认出来的。
οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου σταφυλὴν τρυγῶσιν.
人不是从荆棘上摘无花果,也不是从蒺藜里摘葡萄。
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
善人从心里所存的善发出善来,恶人从心里所存的恶发出恶来;因为心里所充满的,口里就说出来。
Τί δέ με καλεῖτε Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
你们为什么称呼我‘主啊,主啊’,却不遵我的话行呢?
πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·4
凡到我这里来,听见我的话就去行的,我要指示你们他像什么人:
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν.
他像一个人盖房子,深深地挖地,把根基立在磐石上;到发大水的时候,水冲那房子,却不能动摇它,因为盖造得好。
ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.
唯有听见不去行的,就像一个人在土地上盖房子,没有根基;水一冲,立刻倒塌了,那房子损坏得极大。”
- 6.26καλῶς ὑμᾶς εἴπωσιν
副词 καλῶς 与动词 λέγω 连用,并带直接宾格 ὑμᾶς,构成“称赞某人、说某人好话”的习语(相当于古典希腊语的 εὖ λέγω τινά)。
- 6.37καὶ οὐ μὴ κριθῆτε
双重否定词 οὐ μή 后接不定过去时被动态虚拟式(κριθῆτε),表示对将来的强烈否定肯定(“决不至于受审判”),与前面的祈使句并列构成条件与应许。
- 6.42διαβλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν
不定式 ἐκβαλεῖν 依赖于限定动词 διαβλέψεις(“看清楚”),作结果或目的补足语(“看清楚以便拔出”);宾格短语 τὸ κάρφος... 是不定式 ἐκβαλεῖν 的直接宾语。
- 6.47πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος
典型的悬空主格(nominativus pendens)结构。句首的长分词短语(πᾶς ὁ ἐρχόμενος...)作为主语主题提出,但在语法上未与主句动词 ὑποδείξω 发生直接的格支配关系,其语义关系由后续间接疑问句(τίνι ἐστὶν ὅμοιος,“像谁”)所承接。
