- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:6.1-6.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在安息日掐麦穗与治好枯干之手的事上驳斥反对者,选立十二使徒,随后在平地上宣告关于福与祸的教训。
Ἐγένετο δὲ ἐν σαββάτῳ διαπορεύεσθαι αὐτὸν διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν.
在一个安息日,耶稣从麦地经过;他的门徒掐了麦穗,用手搓着吃。
τινὲς δὲ τῶν Φαρισαίων εἶπαν Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν τοῖς σάββασιν;
有几个法利赛人说:“你们为什么做安息日不可做的事呢?”
καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν [ὁ] Ἰησοῦς Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυεὶδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ;
耶稣回答他们说:“大卫和跟从他的人饥饿的时候所做的事,连这个你们也没有念过吗?
[ὡς] εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ "τοὺς ἄρτους τῆς προθέσεως" λαβὼν ἔφαγεν καὶ ἔδωκεν τοῖς μετʼ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;1
他怎么进了神的殿,拿了陈设饼吃,又给跟从他的人吃;这饼除了祭司以外,别人都不可吃。”
καὶ ἔλεγεν αὐτοῖς Κύριός ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
又对他们说:“人子是安息日的主。”
Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά·
又有一个安息日,耶稣进了会堂教导人;在那里有一个人,他的右手枯干了。
παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει, ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ.
文士和法利赛人窥探耶稣,看他在安息日治病不治病,要得把柄去告他。
αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· καὶ ἀναστὰς ἔστη.
耶稣却知道他们的意念,就对那手枯干的人说:“起来,站在当中!”那人就起来站着。
εἶπεν δὲ [ὁ] Ἰησοῦς πρὸς αὐτούς Ἐπερωτῶ ὑμᾶς, εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;
耶稣对他们说:“我问你们,在安息日行善行恶,救命害命,哪样是可以的呢?”
καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ.
他就周围看着他们众人,对那人说:“伸出你的手来!”那人照样一做,他的手就复原了。
Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν2 τῷ Ἰησοῦ.
他们就满心狂怒,彼此商议怎样处治耶稣。
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.3
在那些日子,耶稣出去上山祷告,整夜向神祷告。
καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπʼ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ καὶ Ἰάκωβον καὶ Ἰωάνην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν [καὶ] Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν καὶ Ἰούδαν Ἰακώβου4 καὶ Ἰούδαν Ἰσκαριὼθ ὃς ἐγένετο προδότης, καὶ καταβὰς μετʼ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθαν ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων ἐθεραπεύοντο·
到了天亮,叫了他的门徒来,就从他们中间挑选十二个人,又称他们为使徒: 这十二个人有西门,耶稣又给他起名叫彼得,还有他兄弟安得烈,又有雅各和约翰,腓力和巴多罗买,马太和多马,亚勒腓的儿子雅各,以及称为奋锐党的西门,雅各的儿子犹大,和成了叛徒的加略人犹大。耶稣和他们下了山,站在一块平地上;同站的有许多门徒,又有大批百姓,从犹太全地和耶路撒冷,以及推罗、西顿的海边来,都要听他讲道,又指望治好他们的病;还有被污鬼缠磨的,也都得了医治。
καὶ πᾶς ὁ ὄχλος ἐζήτουν ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρʼ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
众人都想要摸他,因为有能力从他身上发出来,医好了众人。
Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
耶稣举目看着门徒,说:“贫穷的人有福了,因为神的国是你们的。
μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
现在饥饿的人有福了,因为你们将要饱足。现在哭泣的人有福了,因为你们将要欢笑。
μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
人为人子的缘故恨恶你们,弃绝你们,辱骂你们,把你们的名声当作恶的排斥,你们就有福了!
χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
在那日,你们应当欢喜跳跃,因为看哪,你们在天上的赏赐是大的;他们的祖宗待先知也是这样。
Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
但你们富足的人有祸了,因为你们已经受了你们的安慰。
οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. οὐαί, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
你们现在饱足的人有祸了,因为你们将要饥饿。现在欢笑的人有祸了,因为你们将要哀恸哭泣。”
- 6.4εἰ μὴ μόνους τοὺς ἱερεῖς
无人称动词 ἔξεστιν 通常后接与格,但此处在除外连词 εἰ μή 之后,μόνους τοὺς ἱερεῖς 采用了宾格,作为不定式 φαγεῖν 的逻辑主语(宾格主语)。
- 6.11τί ἂν ποιήσαιεν
在间接疑问句中,小词 ἄν 与不定过去时希求法 ποιήσαιεν 连用,表示潜在或可能性(“他们能/会做什么”)。这是古典希腊语句法在新约希腊语中的罕见存留。
- 6.12ἐν τῇ προσευχῇ τοῦ θεοῦ
属格 τοῦ θεοῦ 是宾格性属格(objective genitive),表示祈祷的对象,即“对神的祈祷”,而非主格性属格或所有格。
- 6.16Ἰούδαν Ἰακώβου
紧接在专有名词后的属格 Ἰακώβου 是表示亲属关系的省略结构,通常补足 υἱόν(儿子),解作“雅各的儿子犹大”。虽然也可在语法上解作兄弟(ἀδελφόν),但在此类公式化人名表述中作父名是标准的解读。
