- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:5.20-5.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣赦免并医治了从房顶系下来的瘫子,向提出质问的文士和法利赛人彰显了人子赦罪的权柄。随后他呼召税吏利未,针对与罪人同席的指责表明自己的使命,并通过禁食之问与新旧皮袋的比喻阐明新秩序的真意。
καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
耶稣看见他们的信心,就说:“人哪,你的罪赦了。”
καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι εἰ μὴ μόνος ὁ θεός;
文士和法利赛人就开始议论说:“这说僭妄话的是谁?除了神一位之外,谁能赦罪呢?”
ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
耶稣知道他们的议论,就回答他们说:“你们心里议论的是什么呢?
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν Ἔγειρε καὶ περιπάτει;
说‘你的罪赦了’,或说‘你起来行走’,哪一样容易呢?
ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπεν τῷ παραλελυμένῳ1 Σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.
但要叫你们知道,人子在地上有赦罪的权柄”——就对瘫子说:“我吩咐你,起来,拿你的褥子回家去吧!”
καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφʼ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν.
那人当众人面前立刻起来,拿着他所躺卧的褥子回家去,归荣耀与神。
Καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδαμεν παράδοξα σήμερον.
众人都惊奇,也归荣耀与神,并且满心惧怕,说:“我们今日看见非常的事了。”
Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευεὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ Ἀκολούθει μοι.
这事以后,耶稣出去,看见一个税吏,名叫利未,坐在税关上,就对他说:“你跟从我来。”
καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ.
他就撇下所有的,起来,跟从了耶稣。
Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευεὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετʼ αὐτῶν κατακείμενοι.
利未在自己家里为耶稣大摆筵席,有许多税吏和别人与他们一同坐席。
καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
法利赛人和他们的文士就向耶稣的门徒发怨言说:“你们为什么和税吏并罪人一同吃喝呢?”
καὶ ἀποκριθεὶς [ὁ] Ἰησοῦς εἶπεν πρὸς αὐτούς Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες· οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
耶稣回答他们说:“健康的人用不着医生,有病的人才用得着;我来本不是召义人,乃是召罪人悔改。”
Οἱ δὲ εἶπαν πρὸς αὐτόν Οἱ μαθηταὶ Ἰωάνου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.
他们对他说:“约翰的门徒屡次禁食、祈祷,法利赛人的门徒也是这样;唯独你的门徒又吃又喝。”
ὁ δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστὶν ποιῆσαι νηστεῦσαι;2
耶稣对他们说:“新郎和陪伴之人同在的时候,岂能叫陪伴之人禁食呢?
ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
但日子将到,当新郎从他们中间被取去,在那日他们就要禁食了。”
Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
耶稣又对他们设一个比喻:“没有人从新衣服上撕下一块布补在旧衣服上;若是这样,不仅把新的撕破了,并且那从新衣服撕下来的布和旧的也不相称。
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
也没有人把新酒装在旧皮袋里;若是这样,新酒必将皮袋裂开,酒便漏出来,皮袋也就坏了。
ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.3
但新酒必须装在新皮袋里。
[Οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ Ὁ παλαιὸς χρηστός ἐστιν.]
[没有人喝了陈酒又想喝新的,因为他说:‘陈的好。’]”
- 5.24ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — εἶπεν τῷ παραλελυμένῳ
此句属于破格结构(破折句/anacoluthon):由 ἵνα 引导的目的从句(接虚拟式 εἰδῆτε)尚未出现其支配的主动词,便被叙述者的插入句(εἶπεν τῷ παραλελυμένῳ)打断,使耶稣说话的对象从文士转为瘫子。虽然句意上可补出如“我吩咐”等主句动词,但保留此种结构中断更能体现叙事中论辩骤然转向权柄施行的张力。
- 5.34Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστὶν ποιῆσαι νηστεῦσαι;
该疑问句由小辞 μή 引导,预期得到否定的回答(“难道你们能够……吗?”即“不能”)。使役动词 ποιῆσαι 带不定式的逻辑主语(以宾格表示:τοὺς υἱοὺς τοῦ νυμφῶνος)及不定式 νηστεῦσαι,构成“使伴郎(新郎的朋友们)禁食”的使役句式。短语 ἐν ᾧ 在此作时间关系副词用,相当于“当……之时 / 在……期间”。
- 5.38οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον
βλητέον(源自 βάλλω)是动词形容词的中性单数非人称用法,表示必然性或义务(“必须放进”)。它在此直接支配宾格宾语(οἶνον νέον),联系动词 ἐστίν 被省略,这是希腊语动形容词用于表示应当做某事的典型结构。
