← 新约圣经

路加福音

§5.1-5.19

呼召最初的门徒与治愈大麻风患者

耶稣在革尼撒勒湖边行了丰收捕鱼的神迹并呼召西门等人,治愈了一个大麻风患者,并接待了众人从房顶缒下求医的瘫子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, καὶ εἶδεν πλοῖα δύο ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλεεῖς ἀπʼ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα.

有一次,众人拥挤他,要听神的道,他正站在革尼撒勒湖边,看见两只船停在湖边;打鱼的人却离开船洗网去了。

§5.3

ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους.

他上了其中一只船,那是西门的,就请他把船撑开,稍微离岸,便坐下,从船上教训众人。

§5.4

ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.

讲完了,就对西门说:“把船开到水深之处,下网打鱼。”

§5.5

καὶ ἀποκριθεὶς Σίμων εἶπεν Ἐπιστάτα, διʼ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα.

西门回答说:“夫子,我们整夜劳碌,并没有打着什么;但依从你的话,我就下网。”

§5.6

καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερήσσετο δὲ τὰ δίκτυα αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς·1 καὶ ἦλθαν, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.

他们下了网,就圈住许多鱼,网险些裂开,便招呼那只船上的同伴来帮助;他们就来,把两只船都装满了,甚至船要下沉。

§5.8

ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων Ἔξελθε ἀπʼ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε·

西门彼得看见,就俯伏在耶稣膝前,说:“主啊,离开我,我是个罪人!”

§5.9

θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον,2 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάνην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα Ἰησοῦς Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.

因为他和一切同在的人,都对所打的那许多鱼惊骇不已;西门的伙伴,西庇太的儿子雅各和约翰也是这样。耶稣对西门说:“不要怕!从今以后,你要得人了。”

§5.11

καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ.

他们把两只船拢了岸,就撇下一切,跟从了他。

§5.12

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν δὲ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.

有一回,耶稣在一个城里,看哪,有一个满身长了大麻风的人;他看见耶稣,就俯伏在地,恳求他说:“主若肯,必能叫我洁净了。”

§5.13

καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπʼ αὐτοῦ.

耶稣伸手摸他,说:“我肯,你洁净了吧!”大麻风立刻离开了他。

§5.14

καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν "δεῖξον" σεαυτὸν "τῷ ἱερεῖ," καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωυσῆς εἰς μαρτύριον αὐτοῖς.

耶稣嘱咐他不可告诉人,“只要去 把身体给祭司 查看, 并照摩西所吩咐的, 献上你洁净的供物,对他们作证据。”

§5.15

διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

但耶稣的名声越发传扬开来,有一大群人聚集来听道,并要他们的病得痊愈;耶稣却退到旷野去祷告。

§5.17

Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.3

有一天,耶稣正在教训人,有法利赛人和教法师坐在那里,他们是从加利利和犹太各村庄以及耶路撒冷来的;主的能力与耶稣同在,使他能医治人。

§5.18

καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι [αὐτὸν] ἐνώπιον αὐτοῦ. καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν4 διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.

看哪,有人用褥子抬着一个瘫痪的人,想抬进去放在耶稣面前;因人多,寻不出什么路抬进去,就上了房顶,从瓦间把他连同卧榻系下去,放在众人中间,正好在耶稣面前。

语法注4 条
  1. 5.7τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς

    由属格冠词 τοῦ 加不定式 συλλαβέσθαι 构成的目的结构(为了……)。不定式在逻辑上的主语没有与前面的与格补语 τοῖς μετόχοις 保持一致,而是采用了宾格分词 ἐλθόντας 作不定式的主语。

  2. 5.9ὧν συνέλαβον

    关系代词的同化现象(attractio relativi)。按句法,该关系代词本应作为 συνέλαβον 的直接宾语而用宾格(οὕς),但受先行词属格名词短语 τῶν ἰχθύων 的吸引,同化为属格 ὧν。

  3. 5.17εἰς τὸ ἰᾶσθαι αὐτόν

    介词 εἰς 与带冠词不定式 τὸ ἰᾶσθαι 构成表示目的或结果的结构。代词 αὐτόν 作不定式 ἰᾶσθαι 的逻辑主语(“使他[耶稣]能医治人”),而非被医治的宾语,表明主的能力同在以使耶稣施行医治。

  4. 5.19ποίας εἰσενέγκωσιν αὐτόν

    间接疑问句中的商榷性虚拟语气(deliberative subjunctive)。阴性属格形容词 ποίας 省略了阴性名词 ὁδοῦ(道路、方法),作副词性属格使用,意为“从何种途径/方式”把人抬进去。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:5.1-5.19