← 新约圣经

路加福音

§4.24-4.44

拿撒勒遭弃与迦百农的医治

耶稣在拿撒勒会堂遭弃绝并险些被害,随后下到迦百农,在当地赶出污鬼、医治西门的岳母及众多病人,并继续走访传讲神国的福音。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.24

εἶπεν δέ Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.

他又说:“我实在告诉你们,没有先知在自己家乡是被人悦纳的。

§4.25

ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλείου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλείας εἰ μὴ "εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν."

我据实告诉你们,在以利亚的日子,天闭塞了三年零六个月,遍地起了大饥荒,那时以色列中有许多寡妇,以利亚并没有奉差遣往他们一个人那里去,只奉差遣 ‘往西顿的撒勒法一个寡妇那里去’。

§4.27

καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος.

先知以利沙的时候,以色列中有许多长大麻风的,其中除了叙利亚的乃缦,没有一个得洁净的。”

§4.28

καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν· αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

会堂里的人听见这话,都怒气填胸,就起来撵他出城,拉他到他们造城的山崖,要把他推下去;他却从他们中间穿过去,走了。

§4.31

Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας. Καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·

耶稣下到迦百农,就是加利利的一座城,在安息日教训众人。

§4.32

καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.

他们对他的教训感到惊奇,因为他的话带着权柄。

§4.33

καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ Ἔα, τί ἡμῖν καὶ σοί,1 Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς;

在会堂里有一个被污鬼的灵附着的人,大声喊叫说: “哎,拿撒勒人耶稣,我们与你有什么相干?你来是要灭我们吗?

§4.35

οἶδά σε τίς εἶ,2 ὁ ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων Φιμώθητι καὶ ἔξελθε ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.

我知道你是谁,是神的圣者。”耶稣斥责他说:“不要作声,从他身上出来吧!”鬼把那人摔倒在众人中间,就从他身上出来了,并没有伤害他。

§4.36

καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται; Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.

众人都惊讶,彼此谈论说:“这是什么道理?因为他凭着权柄和能力吩咐污鬼,污鬼就出来!”于是耶稣的名声传遍了周围各处。

§4.38

Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.

耶稣出了会堂,进了西门的家。西门的岳母正害着重热病,有人为她求耶稣。

§4.39

καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.

耶稣站在她身边,斥责那热病,热就退了;她立刻起来服事他们。

§4.40

Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.

日落的时候,凡有病人的,不论患什么病,都带到他那里;他按手在他们各人身上,医好他们。

§4.41

ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.

又有鬼从好些人身上出来,喊着说:“你是神的儿子!”耶稣斥责它们,不许它们说话,因为它们知道他是基督。

§4.42

Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν.3

天亮的时候,耶稣出来,走到旷野地方。众人去找他,到了他那里,挽留他,不让他离开他们。

§4.43

ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.

但他对他们说:“我也必须在别的城传神国的福音,因为我是为此奉差遣的。”

§4.44

Καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας.

于是他在犹太的各会堂里传道。

语法注3 条
  1. 4.34τί ἡμῖν καὶ σοί

    带有表示关涉的与格的习惯表达(省略连系动词 ἐστιν),字面直译为“我们与你有什么?”,意为“我们与你有什么相干?”或“你为何干涉我们?”。

  2. 4.35οἶδά σε τίς εἶ

    提前句式(prolepsis/先取结构),从属间接疑问句(τίς εἶ)的主语被提前作为主句动词 οἶδα 的直接宾语(宾格 σε),意为“我知道你是谁”。

  3. 4.42κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν

    紧接在表示阻拦、留住的动词(κατέχω)之后的定冠词属格不定式结构(τοῦ μὴ πορεύεσθαι)。否定词 μή 是跟在防阻类动词之后的赘加性(同情性)否定,表达被阻止的行为,即“留住他,不让他离开他们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:4.24-4.44