- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:4.1-4.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在旷野抵挡了魔鬼的三次试探后,满有圣灵的能力回到加利利展开传道,并在故乡拿撒勒的会堂宣告以赛亚书的预言已应验在他身上。
Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν.
耶稣被圣灵充满,从约旦河回来,圣灵引他到旷野里,四十天受魔鬼的试探。在那些日子他什么也没有吃;日子满了,他就饿了。
εἶπεν δὲ αὐτῷ ὁ διάβολος Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.1
魔鬼对他说:“你若是神的儿子,吩咐这块石头变成食物吧。”
καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς Γέγραπται ὅτι "Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος."
耶稣回答他说:“经上记着:‘人活着不是单靠食物。’”
Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
魔鬼又领他上去,霎时间把天下万国都指给他看。
καὶ εἶπεν αὐτῷ ὁ διάβολος Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν·
魔鬼对他说:“这一切权柄和它们的荣华我都要给你,因为这已交给我,我愿意给谁就给谁。
σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
所以你若在我面前下拜,这一切就都是你的了。”
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ Γέγραπται "Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις."
耶稣回答他说:“经上记着:‘当拜主你的神,单要事奉他。’”
Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν [αὐτῷ] Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι "τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,2"
魔鬼又领他到耶路撒冷,叫他站在圣殿顶上,对他说:“你若是神的儿子,从这里跳下去吧;因为经上记着说:‘主要为你吩咐他的使者保护你’, 又说:
καὶ ὅτι "ἐπὶ χειρῶν ἀροῦσίν σε μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου."
‘他们要用手托着你,免得你的脚碰在石头上。’”
καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται "Οὐκ ἐκπειράσεις Κύριον τὸν θεόν σου." Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.
耶稣回答他说:“经上说:‘不可试探主你的神。’” 魔鬼用完了各样的试探,就离开他,直到适当时机。
Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
耶稣带着圣灵的能力回到加利利,他的名声就传遍了周围一带地方。
καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
他在他们的会堂里教训人,受众人的称赞。
Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
耶稣来到拿撒勒,就是他长大的地方;在安息日,照他平常的规矩进了会堂,站起来要念圣经。
καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαίου, καὶ ἀνοίξας τὸ βιβλίον εὗρεν [τὸν] τόπον οὗ ἦν γεγραμμένον " Πνεῦμα Κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν3 ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,"
有人把先知以赛亚的卷轴交给他,他展开卷轴,找到一处写着: “主的灵在我身上, 因为他用膏膏我,叫我传福音给贫穷的人; 差遣我宣告被掳的得释放, 瞎眼的得看见, 叫那受压制的得自由,”
" κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν."
“ 宣告主悦纳人的禧年。”
καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
于是把卷轴卷起来,交还给执事,就坐下;会堂里众人的眼睛都定睛看他。
ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
他就开始对他们说:“今天这经应验在你们耳中了。”
καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος;
众人都称赞他,并希奇他口中所出的恩言,又说:“这不是约瑟的儿子吗?”
καὶ εἶπεν πρὸς αὐτούς Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν — Καφαρναοὺμ4 ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
耶稣对他们说:“你们必向我说这俗语:‘医生,医治你自己吧!我们听见你在迦百农所行的一切事,也当行在你自己家乡这里。’”
- 4.3εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος
在表示命令的动词 εἰπέ 之后,ἵνα 引导接虚拟式(γένηται)的从句充当间接命令的名词性从句,意为“吩咐这块石头变成食物”。
- 4.10τοῦ διαφυλάξαι σε
冠词属格 τοῦ 修饰不定词 διαφυλάξαι(带冠词不定词),配合主句动词 ἐντελεῖται 表达目的(“为了保护你”)。
- 4.18οὗ εἵνεκεν
οὗ εἵνεκεν(即 ἕνεκα 伴关系代词属格 οὗ 的诗体/爱奥尼亚变体)引出原因状语(“因为……”、“为此”),引自七十士译本以赛亚书 61:1,解释主的灵降临在身上的原因。
- 4.23γενόμενα εἰς τὴν — Καφαρναοὺμ
介词 εἰς 接宾格在这里是希腊化希腊语中常见的替代静态介词短语(ἐν + 与格)的用法,意为“在迦百农所发生的/所行的”。
