- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:3.1-3.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
施洗约翰在旷野传讲悔改的洗礼,教导众人、税吏和当兵的,并见证将要来的更有能力者,随后被希律下在监里。耶稣受洗并领受天上的神圣宣告,其家谱被上溯至亚当与神。
ΕΝ ΕΤΕΙ δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πειλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβειληνῆς τετρααρχοῦντος, ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καιάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάνην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
凯撒提庇留在位第十五年,本丢彼拉多作犹太巡抚,希律作加利利分封的王,他兄弟腓力作以土利亚和特拉可尼地方分封的王,吕撒尼亚作亚比利尼分封的王,亚那和该亚法作大祭司的时候,神的话在旷野临到撒迦利亚的儿子约翰。
καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαίου τοῦ προφήτου "φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ."
他就走遍约旦河一带地方,宣讲悔改的洗礼,使罪得赦,正如先知以赛亚书上所记的话: “在旷野有人声喊着说: ‘预备主的道, 修直他的路。
" πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·" " καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ."
一切山洼都要填满, 大小山冈都要削平; 弯曲的地方要修直, 崎岖的道路要成为平坦;凡有血气的,都要看见神的救恩。’”
Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπʼ αὐτοῦ Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
于是约翰对出来要受他洗的众人说:“毒蛇的子孙!谁指示你们逃避那将要来的忿怒呢?
ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
你们要结出果子来,与悔改的心相称;不要自己心里开始说:‘我们有亚伯拉罕为我们的祖宗。’我告诉你们,神能从这些石头中给亚伯拉罕兴起子孙来。
ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν [καλὸν] ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
现在斧头已经放在树根上;凡不结好果子的树,就砍下来,丢在火里。”
καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες Τί οὖν ποιήσωμεν;
众人就问他说:“这样,我们当作什么呢?”
ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.
他回答说:“有两件衣裳的,就分给那没有的;有食物的,也当这样行。”
ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν Διδάσκαλε, τί ποιήσωμεν;
又有税吏来要受洗,对他说:“夫子,我们当作什么呢?”
ὁ δὲ εἶπεν πρὸς αὐτούς Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
他对他们说:“除了给你们规定的数目,不要多取。”
ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
又有当兵的问他说:“我们当做什么呢?”他就对他们说:“不要以强暴勒索人,也不要讹诈人,自己有粮饷就当知足。”
Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάνου, μή ποτε αὐτὸς εἴη ὁ χριστός,1 ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάνης Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
百姓指望并心里都在猜想,关于约翰,或者他是不是基督;约翰回答众人说:“我是用水给你们施洗;但有一位能力比我更大的要来,我就是给他解鞋带也不配。他要用圣灵与火给你们施洗。
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ,2 τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
他手里拿着簸箕,要扬净他的麦场,把麦子收进他的仓里,把糠秕用不灭的火烧尽。”
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
约翰又用许多别的话劝勉百姓,向他们传福音。
ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπʼ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν Ἰωάνην ἐν φυλακῇ.
只是分封的王希律,因他兄弟之妻希罗底的缘故,并因希律所行的一切恶事,受了约翰的责备,又在这各样恶事之上添了一件,就是把约翰关在监里。
Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν3 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπʼ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
众百姓都受了洗,耶稣也受了洗,正祷告的时候,天就开了,圣灵以有形的形体降临在他身上,仿佛鸽子;又有声音从天上来,说:“你是我的爱子,我喜悦你。”
Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ τοῦ Ἡλεί τοῦ Ματθάτ τοῦ Λευεί τοῦ Μελχεί τοῦ Ἰανναί τοῦ Ἰωσήφ τοῦ Ματταθίου τοῦ Ἀμώς τοῦ Ναούμ τοῦ Ἐσλεί τοῦ Ναγγαί τοῦ Μαάθ τοῦ Ματταθίου τοῦ Σεμεείν τοῦ Ἰωσήχ τοῦ Ἰωδά τοῦ Ἰωανάν τοῦ Ῥησά τοῦ Ζοροβάβελ τοῦ Σαλαθιήλ τοῦ Νηρεί τοῦ Μελχεί τοῦ Ἀδδεί τοῦ Κωσάμ τοῦ Ἐλμαδάμ τοῦ Ἤρ τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρείμ τοῦ Μαθθάτ τοῦ Λευεί τοῦ Συμεών τοῦ Ἰούδα τοῦ Ἰωσήφ τοῦ Ἰωνάμ τοῦ Ἐλιακείμ τοῦ Μελεά τοῦ Μεννά τοῦ Ματταθά τοῦ Ναθάμ τοῦ Δαυείδ τοῦ Ἰεσσαί τοῦ Ἰωβήλ τοῦ Βοός τοῦ Σαλά τοῦ Ναασσών τοῦ Ἀδμείν τοῦ Ἀρνεί τοῦ Ἑσρών τοῦ Φαρές τοῦ Ἰούδα τοῦ Ἰακώβ τοῦ Ἰσαάκ τοῦ Ἀβραάμ τοῦ Θαρά τοῦ Ναχώρ τοῦ Σερούχ τοῦ Ῥαγαύ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλά τοῦ Καινάμ τοῦ Ἀρφαξάδ τοῦ Σήμ τοῦ Νῶε τοῦ Λάμεχ τοῦ Μαθουσαλά τοῦ Ἑνώχ τοῦ Ἰάρετ τοῦ Μαλελεήλ τοῦ Καινάμ τοῦ Ἐνώς τοῦ Σήθ τοῦ Ἀδάμ τοῦ θεοῦ.
耶稣自己开始传道的时候,年纪约有三十岁;依人看来,他是约瑟的儿子,约瑟是希里的儿子,希里是玛塔的儿子,玛塔是利未的儿子,利未是麦基的儿子,麦基是雅拿的儿子,雅拿是约瑟的儿子,约瑟是玛他提雅的儿子,玛他提雅是亚摩斯的儿子,亚摩斯是拿鸿的儿子,拿鸿是以斯利的儿子,以斯利是拿该的儿子,拿该是玛押的儿子,玛押是玛他提雅的儿子,玛他提雅是西美的儿子,西美是约瑟的儿子,约瑟是犹大的儿子,犹大是约哈难的儿子,约哈难是利撒的儿子,利撒是所罗巴伯的儿子,所罗巴伯是撒拉铁的儿子,撒拉铁是尼利的儿子,尼利是麦基的儿子,麦基是亚底的儿子,亚底是哥桑的儿子,哥桑是以摩当的儿子,以摩当是珥的儿子,珥是约书亚的儿子,约书亚是以利以谢的儿子,以利以谢是约令的儿子,约令是玛塔的儿子,玛塔是利未的儿子,利未是西缅的儿子,西缅是犹大的儿子,犹大是约瑟的儿子,约瑟是约南的儿子,约南是以利亚敬的儿子,以利亚敬是米利亚的儿子,米利亚是买南的儿子,买南是玛达他的儿子,玛达他是拿单的儿子,拿单是大卫的儿子,大卫是耶西的儿子,耶西是俄备得的儿子,俄备得是波阿斯的儿子,波阿斯是撒门的儿子,撒门是拿顺的儿子,拿顺是亚德敏的儿子,亚德敏是亚尼的儿子,亚尼是希斯仑的儿子,希斯仑是法勒斯的儿子,法勒斯是犹大的儿子,犹大是雅各的儿子,雅各是以撒的儿子,以撒是亚伯拉罕的儿子,亚伯拉罕是他拉的儿子,他拉是拿鹤的儿子,拿鹤是西鹿的儿子,西鹿是拉吴的儿子,拉吴是法勒的儿子,法勒是希伯的儿子,希伯是沙拉的儿子,沙拉是该南的儿子,该南是亚法撒的儿子,亚法撒是闪的儿子,闪是挪亚的儿子,挪亚是拉麦的儿子,拉麦是玛土撒拉的儿子,玛土撒拉是以诺的儿子,以诺是雅列的儿子,雅列是玛勒列的儿子,玛勒列是该南的儿子,该南是以挪士的儿子,以挪士是塞特的儿子,塞特是亚当的儿子,亚当是神的儿子。
- 3.15μή ποτε αὐτὸς εἴη ὁ χριστός
此处是由 μή ποτε 引导的间接审度疑问句,使用希求法(εἴη)。在从属于过去时态的分词(διαλογιζομένων)的语境下,希求法表达众人心中的揣测、迟疑或探询(“或者他是不是基督”)。
- 3.17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ
关系代词 οὗ 与随后的人称代词 αὐτοῦ(ἐν τῇ χειρὶ αὐτοῦ)的重叠使用体现了闪米特语风格的复指现象。不定词 διακαθᾶραι 与 συναγαγεῖν 作目的状语使用(“为了扬净……并收聚……”),在语义上与后文的直陈语气将来时动词 κατακαύσει(将烧尽)形成平列与延续。
- 3.21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
本句结构较为复杂:主动词 Ἐγένετο(发生了)统辖充当其主语的宾格不定词短语 ἀνεῳχθῆναι τὸν οὐρανὸν(天开了),而修饰该主事件的时间状语则由两个不同句式并行构成,即带有介词的冠词性不定词短语(ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαόν)与属格独立结构(Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου)。
