- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:2.27-2.52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西面与女先知亚拿在圣殿中称颂并见证婴孩耶稣,一家随后返回拿撒勒;十二岁时,耶稣在逾越节留于圣殿与教师论道,表明当以父家为念,并在顺从父母中渐长。
καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας1 καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, "Φῶς" εἰς "ἀποκάλυψιν ἐθνῶν" καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
他受圣灵感动,进了圣殿;父母正抱着孩子耶稣进来,要照律法的规矩为他行事,〔西面〕自己就把他接过来抱在怀里,称颂神说: “主啊,如今可以照你的话,释放你的仆人安然去世; 因为我的眼睛已经看见你的救恩,就是你在万民面前所预备的,是照亮外邦人的启示之光, 也是你民以色列的荣耀。”
καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.
孩子的父母因关于孩子所说的话而惊奇。
καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.2
西面祝福他们,又对他母亲马利亚说:“看哪,这孩子被立,是要叫以色列中许多人跌倒,许多人兴起,并要作被反对的记号——你自己的心也要被刀刺透——叫许多人心里的意念显露出来。”
Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ, (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν.
又有一位女先知,名叫亚拿,是亚设支派法内力的女儿(她年纪已经很大,从作童女出嫁之后,与丈夫同住了七年,后来作寡妇直到八十四岁),并不离开圣殿,禁食祈求,昼夜事奉。
καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ.
正当那时,她也上前称谢神,并把这孩子的事对一切盼望耶路撒冷得蒙救赎的人讲说。
Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον Κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέτ.
他们照主的律法办完了一切事,就回加利利,回到自己的城拿撒勒去。
Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπʼ αὐτό.
孩子渐渐长大,强健起来,充满智慧,神的恩典在他身上。
Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα.
他父母每年到逾越节就上耶路撒冷去。
Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ.
当他十二岁的时候,他们按着节期的规矩上去;守满了日子,他们回去的时候,孩童耶稣仍留在耶路撒冷,他父母却不知道。
νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς, καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀναζητοῦντες αὐτόν.
以为他在同行的人中,走了一天的路程,才在亲戚和熟人中间寻找他;既找不着,就回耶路撒冷去寻找他。
καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ.
过了三天,他们见他在圣殿里,坐在教师中间,一面听,一面问;凡听见他的,都对他的聪明和应对感到惊奇。
καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ζητοῦμέν σε.
他们看见他就很希奇,他母亲对他说:“孩子,为什么向我们这样行呢?看哪,你父亲和我伤心痛苦地到处找你。”
καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐζητεῖτέ με;3 οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου4 δεῖ εἶναί με;
他对他们说:“为什么找我呢?岂不知我应当在我父的家里吗?”
καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς.
他们却不明白他向他们所说的这话。
καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς.
他就同他们下去,回到拿撒勒,顺从他们。他母亲把一切的话都存记在心。
Καὶ Ἰησοῦς "προέκοπτεν" τῇ σοφίᾳ καὶ ἡλικίᾳ "καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις."
耶稣的智慧和身量,并神和人喜爱他的心,都一同增长。
- 2.28καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας
连接词 καὶ 在此处作归结连词(apodotic καὶ),承接前面的时间性介词短语加定冠词不定式结构 ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς...(“当父母带……进来时”),引出主句。
- 2.35καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί
小句 καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία 是插入语,直接针对马利亚本人。随后的 ὅπως ἂν 目的从句在句法逻辑上修饰的是前文有关耶稣命定使命的整句(κεῖται εἰς πτῶσιν...),而不仅限于刀刺透马利亚的心。
- 2.49Τί ὅτι ἐζητεῖτέ με;
这是 τί [ἐστιν] ὅτι... 的省略惯用句式,意为“为什么/怎么会……呢?”(相当于拉丁语 quid est quod),由疑问代词 τί 引出带有 ὅτι 的说明从句。
- 2.49ἐν τοῖς τοῦ πατρός μου
中性复数冠词 τοῖς 支配属格 τοῦ πατρός μου,字面意为“在我父的(事物)之中”。按古希腊语惯用法,在具体语境(身处圣殿)下通常表示地点“在我父的家里/殿里”;语法上亦可解为抽象含义“以我父的事为念”。
