- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:24.1-24.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
七日的第一日清早,妇女们发现耶稣的墓穴已空,天使宣告他已复活,门徒听闻却不置信;同时,复活的耶稣走近前往以马忤斯途中的两个门徒,聆听他们述说近事并加以指教。
τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθαν φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
七日的头一日,黎明的时候,那些妇女带着所预备的香料来到坟墓前。
εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα ⟦τοῦ κυρίου Ἰησοῦ⟧.
她们发现石头已经从墓门滚开了,就进去,只是不见主耶稣的身体。
καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
正当她们为此事困惑不解的时候,看哪,有两个人站在她们旁边,衣服放光。
ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς "Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;" ⟦ οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⟧ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι1 εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
妇女们十分害怕,把脸伏在地上;那两个人对她们说: “为什么在死人中找活人呢?他不在这里,已经复活了。要记念他还在加利利的时候是怎样对你们说的,他说人子必须被交在罪人手里,钉在十字架上,并在第三日复活。”
καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι [ἀπὸ τοῦ μνημείου] ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
她们就想起他的话来,便从坟墓回去,把这一切事告诉了十一个使徒和其余的所有人。
ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάνα καὶ Μαρία ἡ Ἰακώβου· καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
原来是抹大拉的马利亚、约哈拿,以及雅各的母亲马利亚;还有同她们在一起的其余妇女,也把这些事告诉了使徒。
καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
这些话在他们看来好像是胡言,他们就不相信她们。
⟦Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός.2⟧ Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς, καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
⟦彼得却起来,跑到坟墓前,俯身往里看,只看见细麻布,就回自己的住处去了,心里对所发生的事感到惊奇。⟧就在同一天,看哪,他们中间有两个人正往一个名叫以马忤斯的村子去,那村子离耶路撒冷有六十斯塔德,他们彼此谈论所发生的这一切事。
καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συνζητεῖν [καὶ] αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.3
正谈论辩驳的时候,耶稣亲自走近他们,与他们同行,但是他们的眼睛被蒙住了,认不出他来。
εἶπεν δὲ πρὸς αὐτούς Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί.
耶稣对他们说:“你们一边走,一边彼此谈论的是什么事呢?”他们就站住,面带愁容。
ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεόπας εἶπεν πρὸς αὐτόν Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
其中一个名叫革流巴的回答他说:“你在耶路撒冷作客,难道只有你不知道这几天在那里所发生的事吗?”
καὶ εἶπεν αὐτοῖς Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
耶稣对他们说:“什么事?”他们对他说:“就是关于拿撒勒人耶稣的事。他在神和众百姓面前,是个行事说话都有能力的先知, 我们的祭司长和官长竟然把他交去定死罪,钉了十字架。
ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφʼ οὗ ταῦτα ἐγένετο.4
但我们素来所盼望要救赎以色列民的,就是他;不仅如此,这些事发生到今天,已经是第三天了。
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθαν λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν.
而且,我们中间有几个妇女使我们惊奇;她们清早到了坟墓那里,没有找到他的身体,就回来说,看见了天使的异象,天使说他活着。
καὶ ἀπῆλθάν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
又有同我们在一起的几个人到坟墓那里去,发现情形正如妇女们所说的那样,只是没有看见他。”
καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
耶稣对他们说:“无知的人哪,先知所说的一切话,你们的心信得太迟钝了!
- 24.7λέγων τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι
前置主语/先行先取句式(prolepsis)。从属从句(ὅτι 从句)的逻辑主语 τὸν υἱὸν τοῦ ἀνθρώπου(宾格)被提前充当分词 λέγων 的直接宾语。语义上等于“说人子必须被交出”。
- 24.12ἀπῆλθεν πρὸς αὑτὸν θαυμάζων τὸ γεγονός
关于 πρὸς αὑτόν 的理解主要有两种:(1) 在晚期希腊语或闪族语色彩表达中表示“回自己的住处/家”;(2) 与 θαυμάζων 连用表示“在自己心里暗自惊奇”。鉴于约翰福音20:10中类似的表达(ἀπῆλθον πρὸς ἑαυτούς),此处将该介词短语作为位移动词 ἀπῆλθεν 的去向,按“回自己的家/住处去”处理。
- 24.16τοῦ μὴ ἐπιγνῶναι αὐτόν
带属格冠词的不定式加上否定词 μή。接在被动语态动词 ἐκρατοῦντο(“被拦阻/蒙住”)之后,作结果或受阻目的状语,表示“以致认不出他来”。
- 24.21τρίτην ταύτην ἡμέραν ἄγει ἀφʼ οὗ ταῦτα ἐγένετο
动词 ἄγει 在此用作非人称或省略主语的时间性习惯表达,意为“(时间/日子)度过这第三天”。与 ἀφʼ οὗ(“自从……以来”)连用,表达“自这些事发生以来,今天已经是第三天了”。
