← 新约圣经

路加福音

§23.29-23.56

耶稣被钉十字架受难与安葬

耶稣预告了耶路撒冷将面临的灾难,随后在髑髅地与两个犯人同钉十字架,并在日蚀与圣殿幔子裂开中将灵魂交予父神而断气,最终由议员约瑟安葬于岩石凿成的墓穴中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.29

ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.

因为看哪,日子将到,人必说:‘不能生育的,和未曾怀胎的肚腹,以及未曾哺乳的乳房,是有福的!’

§23.30

τότε ἄρξονται "λέγειν τοῖς ὄρεσιν Πέσατε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς Καλύψατε ἡμᾶς·"

那时,人要开始‘对大山说:倒在我们身上!对小山说:遮盖我们!’

§23.31

ὅτι εἰ ἐν ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;1

因为在青绿的树木上他们尚且做这些事,在枯干的树上又会发生什么呢?”

§23.32

Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.

又有另外两个犯人,与他一同被带去处死。

§23.33

Καὶ ὅτε ἦλθαν ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.

他们到了那名叫“骷髅”的地方,就在那里把耶稣和那两个犯人钉在十字架上,一个在右边,一个在左边。

§23.34

⟦ὁ δὲ Ἰησοῦς ἔλεγεν Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.⟧ "διαμεριζόμενοι" δὲ "τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον."

⟦耶稣说:“父啊,赦免他们,因为他们所做的,他们不知道。”⟧他们拈阄,分了 他的衣服。

§23.35

καὶ ἱστήκει ὁ λαὸς "θεωρῶν. ἐξεμυκτήριζον" δὲ καὶ οἱ ἄρχοντες λέγοντες Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ, ὁ ἐκλεκτός.

百姓站着 观看。官长们也嗤笑说:“他救了别人;如果这人是神的基督,蒙拣选的那一位,就让他救救自己吧!”

§23.36

ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, "ὄξος" προσφέροντες αὐτῷ καὶ λέγοντες Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.

兵丁也戏弄他,上前把醋 拿给他,并且说:“如果你是犹太人的王,救救你自己吧!”

§23.38

ἦν δὲ καὶ ἐπιγραφὴ ἐπʼ αὐτῷ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΟΥΤΟΣ.

在他上方也有一块牌子写着:“这是犹太人的王”。

§23.39

Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.

挂着的犯人中,有一个毁谤他说:“你不是基督吗?救救你自己和我们吧!”

§23.40

ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν·2 οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.

另一个应声责备他说:“你既受同样的刑罚,还不怕神吗?我们受刑是理所当然的, 因为我们所受的与我们所做的相称;但这人没有做过一件不妥当的事。”

§23.42

καὶ ἔλεγεν Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου.

他又说:“耶稣啊,当你进入你国度的时候,求你记念我!”

§23.43

καὶ εἶπεν αὐτῷ Ἀμήν σοι λέγω, σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

耶稣对他说:“我实在告诉你,今日你要同我在乐园里了。”

§23.44

Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης τοῦ ἡλίου ἐκλείποντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.3

那时约是正午十二点,遍地都黑暗了,直到下午三点,太阳失去了光辉;圣殿的幔子从当中裂为两半。

§23.46

καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν Πάτερ, "εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου·" τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.

耶稣大声喊着说:“父啊, 我把我的灵魂交托在你手里!” 说了这话,就断了气。

§23.47

Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.

百夫长看见所发生的事,就归荣耀于神,说:“这人真是个义人!”

§23.48

καὶ πάντες οἱ συνπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.

所有聚集来观看这一景象的群众,看见所发生的事,都捶着胸回去了。

§23.49

"ἱστήκεισαν" δὲ πάντες "οἱ γνωστοὶ" αὐτῷ "ἀπὸ μακρόθεν," καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.

所有与他相识的人都远远地 站着;还有从加利利一路跟随他的妇女们,也都在看这些事。

§23.50

Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος, — οὗτος οὐκ ἦν συνκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν,— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.

看哪,有一个名叫约瑟的人,本是议员,为人善良公义——这人并没有赞同他们的谋算和作为——他是犹太人的亚利马太城来的,素来盼望神的国;这个人到彼拉多面前,求耶稣的身体。他把遗体取下来,用细麻布裹好,安放在一块凿成的石头墓穴里,那里从来没有安葬过任何人。

§23.54

Καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν.4

那日是预备日,安息日快到了。

§23.55

Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,

那些从加利利同耶稣一起来的妇女随后跟去,看见了坟墓和他的遗体是怎样安放的。她们回去后,就预备了香料和香膏。在安息日,她们遵照诫命歇息了。

语法注4 条
  1. 23.31ἐν τῷ ξηρῷ τί γένηται;

    γένηται 为不定过去时虚拟式,与疑问代词 τί 连用,构成审思性虚拟式(deliberative subjunctive),形成反问:“在枯干的木头上又会发生什么呢?”

  2. 23.41ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν

    ὧν 属于关系代词的格的同化(attraction):它原本作动词 ἐπράξαμεν 的直接宾语应为宾格 ἅ,但由于受到隐含的先行词属格(ἄξια τούτων ἅ)的影响,被同化为属格 ὧν。

  3. 23.45ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον

    μέσον 既可视为中性单数宾格作状语用的副词性宾格(意为“从当中/裂成两半”),也可视为与中性主语 τὸ καταπέτασμα 一致的表语性形容词。

  4. 23.54καὶ σάββατον ἐπέφωσκεν

    动词 ἐπιφώσκω(字面意为“破晓、发亮”)依照犹太人从日落起算新一天的历法习俗,属于转义用法,指星期五日落时分安息日“将到”或“即将开始”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:23.29-23.56