- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:24.26-24.53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
复活的耶稣在以马忤斯与门徒坐席擘饼时显露真身,随后在耶路撒冷向门徒显现,证实自己肉身复活,开启他们的心窍明白圣经并颁布宣教使命,最终升天。
οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
“基督受这些苦难,然后进入他的荣耀,不是应当的吗?”
καὶ ἀρξάμενος ἀπὸ Μωυσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
于是,他从摩西和众先知起,把一切经上关于自己的事都给他们讲解明白了。
Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.
他们走近所要去的村子,耶稣好像还要往前走。
καὶ παρεβιάσαντο αὐτὸν λέγοντες Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι1 σὺν αὐτοῖς.
他们却竭力挽留他,说:“请同我们住下吧,因为天晚了,日头已经平西了。”耶稣就进去,同他们住下。
Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς·
正和他们坐席的时候,耶稣拿起饼来,祝谢了,擘开,递给他们。
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν.
他们的眼睛就开了,认出是他来;耶稣却从他们面前隐去了。
καὶ εἶπαν πρὸς ἀλλήλους Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
他们彼此说:“在路上他对我们说话、给我们讲解圣经的时候,我们的心岂不是火热的吗?”
Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη Σίμωνι.
他们就在那个时刻起身,回耶路撒冷去,遇见十一个使徒和同他们在一起的人聚集在一处,〔那些人〕正说:“主果然复活了,已经显现给西门看了!”
καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
两个人也把路上所发生的事,以及他怎样在擘饼的时候被他们认出来的事,都述说了一遍。
Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν ⟦καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν⟧.
他们正说这些话的时候,耶稣亲自站在他们当中,对他们说:“愿你们平安!”
πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
他们却惊惶害怕,以为所看见的是个魂。
καὶ εἶπεν αὐτοῖς Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;
耶稣对他们说:“你们为什么烦扰?为什么心里起疑惑呢?
ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
看我的手、我的脚,正是我自己!摸我看看,魂无骨无肉,你们看我却有。”
⟦καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.⟧ Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς2 καὶ θαυμαζόντων εἶπεν αὐτοῖς Ἔχετέ τι βρώσιμον ἐνθάδε;
说了这话,就把手和脚给他们看。他们正喜得不敢信,并且感到惊奇的时候,耶稣对他们说:“你们这里有什么吃的没有?”
οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
他们便递给他一片烤鱼;他接过来,在他们面前吃了。
Εἶπεν δὲ πρὸς αὐτούς Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως καὶ τοῖς προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ.
耶稣对他们说:“这就是我从前还与你们同在时所告诉你们的话:摩西的律法、先知的书和诗篇上所记关于我的一切事,都必须应验。”
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, — ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ·3
于是耶稣开他们的心窍,使他们能明白圣经,又对他们说:“经上这样记着:基督必受害,第三日从死人中复活,并且人要奉他的名传悔改以得罪赦的道,从耶路撒冷起,直传到万国。
ὑμεῖς μάρτυρες τούτων.
你们就是这些事的见证人。
καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
看哪,我要把我父所应许的降在你们身上;你们要在城里等候,直到你们穿上从至高处来的能力。”
Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
耶稣领他们出去,直到伯大尼附近,举起双手为他们祝福。
καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν ⟦καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν⟧.
正祝福的时候,他就离开他们,被带上天去了。
καὶ αὐτοὶ ⟦προσκυνήσαντες αὐτὸν⟧ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν θεόν.
他们就敬拜他,满心欢喜地回耶路撒冷去,常在殿里称颂神。
- 24.29τοῦ μεῖναι
带有属格冠词的不定词(τοῦ + 不定词),作状语表示目的(“为了留下”),修饰主要动词εἰσῆλθεν。
- 24.41ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς
属格独立结构(ἀπιστούντων αὐτῶν)中嵌入了介词短语ἀπὸ τῆς χαρᾶς,介词ἀπό表示心理原因(“因喜乐 / 喜乐得不敢信”)。
- 24.47ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ
主格分词ἀρξάμενοι(阳性复数主格)构成破格句(anacoluthon),脱离了前面被动不定词κηρυχθῆναι的句法结构,是在逻辑上先行与后句的主语ὑμεῖς(你们)取得一致。
