- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:23.1-23.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
民众领袖先后将耶稣解至彼拉多和希律面前控告,但二人均未查出他有该死的罪。彼拉多最终屈服于众人的强逼,释放巴拉巴并将耶稣交付钉十字架,耶稣在被押往刑场途中告诫哀哭的妇女。
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον.
他们全体会众都起来,把耶稣带到彼拉多面前。
ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι.
他们便开始控告他说:“我们发现这人诱惑我们的国民,禁止向凯撒纳税,并说自己是基督,是王。”
ὁ δὲ Πειλᾶτος ἠρώτησεν αὐτὸν λέγων Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη Σὺ λέγεις.
彼拉多盘问他说:“你是犹太人的王吗?”耶稣回答他说:“你说的是。”
ὁ δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
彼拉多对祭司长和众人说:“我在这人身上查不出什么罪由。”
οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.1
他们却越发极力地说:“他在犹太全地施教,煽动百姓,从加利利起直到这里。”
Πειλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ [ὁ] ἄνθρωπος Γαλιλαῖός ἐστιν, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἰεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
彼拉多听见了,就问这人是不是加利利人。既然得知他属于希律的管辖,就把他送交希律;希律那些日子也正好在耶路撒冷。
Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον.
希律看见耶稣,极其欢喜;因为他听见过关于耶稣的事,很久以来就想见他,并且指望看他行一件神迹。
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
他就用许多话盘问耶稣,耶稣却什么也不回答他。
ἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
祭司长和文士站在那里,极力控告他。
ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πειλάτῳ.
希律和他的兵丁就轻蔑耶稣,戏弄他,给他穿上华丽的衣服,把他送回彼拉多那里。
Ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πειλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς.
希律和彼拉多就在那一天彼此成了朋友;因为他们先前彼此是有仇隙的。
Πειλᾶτος δὲ συνκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπεν πρὸς αὐτούς Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ.2
彼拉多召集了祭司长、官长和百姓,对他们说:“你们把这人带到我这里,说他是煽动百姓的;看哪,我在你们面前审讯,在你们控告他的事上,并没有查出这人有什么罪由。
ἀλλʼ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·3
连希律也没有查出,因为他把他送回我们这里;看哪,他没有做过任何该死的事。
παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
因此,我惩戒他之后,就要把他释放。”
ἀνέκραγον δὲ πανπληθεὶ λέγοντες Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
大众却一齐喊着说:“除掉这个人!给我们释放巴拉巴!”
ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
这巴拉巴是因为在城里作乱杀人被扔进监里的。
πάλιν δὲ ὁ Πειλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
彼拉多愿意释放耶稣,就再次向他们讲话。
οἱ δὲ ἐπεφώνουν λέγοντες Σταύρου σταύρου αὐτόν.
他们却喊着说:“钉十字架,把他钉十字架!”
ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
彼拉多第三次对他们说:“这人到底做了什么恶事?我查不出他有什么该死的罪由;因此,我惩戒他之后,就要把他释放。”
οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
但他们大声催逼,要求把他钉十字架,他们的喊声就得了胜。
καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
彼拉多遂裁决照他们的要求去办;便释放了他们所求的那因作乱杀人被扔进监里的囚犯,却把耶稣交出来任凭他们的意愿行事。
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
他们把耶稣带走的时候,抓住一个从乡下来的古利奈人西门,把十字架搁在他身上,叫他背着跟在耶稣后面。
Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
有大群百姓和妇女跟着耶稣,妇女们为他捶胸哀哭。
στραφεὶς δὲ πρὸς αὐτὰς Ἰησοῦς εἶπεν Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
耶稣转身对她们说:“耶路撒冷的女儿们,不要为我哭,倒要为你们自己和你们的儿女哭。
- 23.5ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε
分词 ἀρξάμενος 在语法上为主格阳性单数,与主语(耶稣)一致,但 ἀρξάμενος ἀπό ... ἕως 构成了表示时空起点的惯用副词性短语,意为“从加利利起直到这里”。
- 23.14ὧν κατηγορεῖτε κατʼ αὐτοῦ
关系代词 ὧν 发生了格吸引现象:其先行词被省略,它本身原本作为 κατηγορεῖτε 的宾语应为宾格(ἅ),但被省略的属格先行词(由 αἴτιον 所要求的属格)吸引而变为属格。
- 23.15οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ
与格 αὐτῷ 与完成时被动分词(ἐστὶν πεπραγμένον)连用,作动作主体与格(dative of agent),意为“他没有做过任何该死的事”。虽然也可以理解为关涉与格,但与完成时被动语态搭配表达施动者是标准语法用法。
