- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:22.37-22.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在橄榄山上极其痛苦地祷告后,被犹大引人逮捕并押往大祭司的宅邸。彼得在那里三次否认耶稣后痛哭,天亮时耶稣在公会受审。
λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό "Καὶ μετὰ ἀνόμων ἐλογίσθη·" καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
我告诉你们,经上写着说:‘他也列在罪犯之中。’这话必须成就在我身上;因为那关乎我的事正有着结局。”
οἱ δὲ εἶπαν Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν.
他们说:“主啊,请看,这里有两把刀。”耶稣对他们说:“够了。”
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ [καὶ] οἱ μαθηταί.
耶稣出来,照常往橄榄山去,门徒们也跟着他。
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
到了那地方,耶稣对他们说:“你们要祈求,免得陷入试探。”
καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων Πάτερ, εἰ βούλει παρένεγκε1 τοῦτο τὸ ποτήριον ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω.
于是他离开他们约有一块石头扔得那么远,跪下祷告说:“父啊, 你若愿意,就把这杯从我撤去;然而,不要成全我的意思,只要成全你的意思。”
⟦ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπὸ τοῦ οὐρανοῦ ἐνισχύων αὐτόν.
有一位天使从天上向他显现,加给他力量。
καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⟧ καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε;
耶稣在极其痛苦中,祷告更加切切;他的汗珠如大血点滴落在地上。祷告完了,他起来,到门徒那里,见他们因为忧伤都睡着了,就对他们说:“你们为什么睡觉呢?
ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
起来祷告,免得陷入试探。”
Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
耶稣还在说话的时候,看哪,来了一群人,十二门徒中那名叫犹大的走在他们前面,他就近耶稣,要与他亲嘴。
Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
耶稣对他说:“犹大,你用亲嘴出卖人子吗?”
ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;2
周围的人看见将要发生的事,就说:“主啊,我们用刀砍可以吗?”
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
他们中间有一个人砍了大祭司的仆人,削掉了他的右耳。
ἀποκριθεὶς δὲ [ὁ] Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου·3 καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
耶稣回答说:“到此为止罢!”就摸那人的耳朵,把他治好了。
εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
耶稣对那些来拿他的祭司长、守殿官和长老说:“你们带着刀棒出来,如同拿强盗吗?
καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
我天天同你们在殿里,你们没有下手拿我;但这却是你们的时刻,是黑暗掌权了。”
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
他们拿住耶稣,把他带走,领进大祭司的宅里。彼得远远地跟着。
περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
他们在院子当中生了火,一同坐着,彼得也坐在他们中间。
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν·
有一个使女看见彼得坐在火光里,定睛看他,就说:“这个人素来也是同他一起的。”
ὁ δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν, γύναι.
彼得却否认说:“女子,我不认得他。”
καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἔφη Ἄνθρωπε, οὐκ εἰμί.
过了不久,又有一个人看见他,说:“你也是他们一伙的。”彼得说:“你这个人,我不是!”
καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν·
约过了一个小时,又有一个人极力地说:“这个人确实也是同他一起的,因为他也是加利利人。”
εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.
彼得说:“你这个人,我不知道你在说什么!”正说话之间,立时鸡就叫了。
καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.
主转过身来看彼得,彼得便想起主对他所说的话:“今日鸡叫以先,你要三次否认认得我。”
[καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.]
他就出去痛哭。
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
看守耶稣的那些人嘲弄他,并且打他,又蒙着他的眼睛,盘问他说:“你说预言吧!打你的是谁?”
καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
他们还用许多别的亵渎话辱骂他。
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε.
天一亮,民间的众长老,连祭司长带文士都聚会,把耶稣带到他们的公会里,说:“你若是基督,就告诉我们。”耶稣对他们说:“我若告诉你们,你们也绝不相信;我若提问,你们也绝不回答。
ἀπὸ τοῦ νῦν δὲ ἔσται "ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ."
但从今以后,人子要坐在上帝权能的右边。”
εἶπαν δὲ πάντες Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.4
他们都说:“这样,你就是上帝的儿子吗?”耶稣对他们说:“你们说我是。”
οἱ δὲ εἶπαν Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
他们说:“我们何必还要见证呢?因为我们亲自从他口中听见了。”
- 22.42εἰ βούλει παρένεγκε
条件从句 εἰ βούλει(你若愿意)在主句中直接跟随着命令式 παρένεγκε(撤去)。这并非标准条件句,而是在祈求语境中以条件从句表达虔敬的保留(“若是您的旨意”),同时用命令式直接向神呼求。
- 22.49εἰ πατάξομεν ἐν μαχαίρῃ;
虽然 εἰ 原本用于引导间接疑问句,但在通用希腊语中(受希伯来语 הֲ 等塞姆语言用法影响),它常被置于直接疑问句的句首作为疑问标记,在此表达直接提问:“我们用刀砍可以吗?”
- 22.51Ἐᾶτε ἕως τούτου
动词 ἐάω(容许、由它去)的复数命令式 Ἐᾶτε 与介词短语 ἕως τούτου(到此)构成的习惯表达。省略了宾语,表示制止暴力行为:“到此为止吧!”或“任凭到这步就算了”。
- 22.70Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
连词 ὅτι 既可理解为引导间接引语(“你们说我是”),也可理解为引入直接引语(“你们说:‘我是’”)。在犹太应答语境中,这一表达既确认了事实,又将作出这一判断的责任归于对方自身。
