- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:22.1-22.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
犹大谋划背叛并预备逾越节筵席后,耶稣设立最后的晚餐,预告自己的受难与被出卖,教导门徒关于真正谦卑与将来的国度,预言彼得的三次不认主,并吩咐他们为即将到来的困境作好准备。
ΗΓΓΙΖΕΝ δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα.
称为逾越节的除酵节近了。
Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν,1 ἐφοβοῦντο γὰρ τὸν λαόν.
祭司长和文士想方设法要杀害耶稣,因为他们惧怕百姓。
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·
这时,撒但进入了那称为加略人犹大的心里,他原是十二门徒之一。
καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
他去和祭司长以及守殿官商量,怎样把耶稣交给他们。
καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
他们大喜,就约定给他银子。
καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
犹大应承了,就寻找机会,要在没有众人聚集的时候把耶稣交给他们。
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ πάσχα·
除酵的日子到了,这一天必须宰杀逾越节的羔羊。
καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάνην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
耶稣差遣彼得和约翰,说:“你们去为我们预备逾越节的筵席,好叫我们吃。”
οἱ δὲ εἶπαν αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν;
他们对他说:“你要我们在哪里预备?”
ὁ δὲ εἶπεν αὐτοῖς Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας Λέγει σοι ὁ διδάσκαλος Ποῦ ἐστὶν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
耶稣对他们说:“看哪,你们进了城,必有人拿着一瓶水迎面而来;你们就跟着他,到他所进的房子里去,对那家的主人说:‘夫子对你说:“客房在哪里?我要在那里和门徒一同吃逾越节的筵席。”’
κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
他就必指给你们一间摆设齐备的大楼房;你们就在那里预备。”
ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
他们去了,所遇见的正如耶稣对他们所说的;他们就预备了逾越节的筵席。
Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
时候到了,耶稣坐席,使徒们也和他一同坐席。
καὶ εἶπεν πρὸς αὐτούς Ἐπιθυμίᾳ ἐπεθύμησα2 τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν·
耶稣对他们说:“我很愿意在受害以先和你们一同吃这逾越节的筵席。
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
因为我告诉你们,我绝不吃这筵席,直到它在上帝的国里得以成全。”
καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·
耶稣接过杯来,祝谢了,说:“你们拿这个,大家分着喝。
λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
因为我告诉你们,从今以后,我绝不再喝这葡萄树的产物,直等上帝的国来到。”
καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου ⟦τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
他又拿起饼来,祝谢了,就掰开,递给他们,说:“这是我的身体,是为你们舍的;你们应当如此行,为的是纪念我。”
καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ "διαθήκη" ἐν "τῷ αἵματί" μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον3⟧.
饭后也照样拿起杯来,说:“这杯是用我血所立的新约,是为你们流出来的。
πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης·
然而看哪,那出卖我之人的手,在桌子上和我一同摆着。
ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται.
因为人子固然要照着所预定的归去,但那出卖人子的人有祸了!”
καὶ αὐτοὶ ἤρξαντο συνζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
他们就彼此对问,他们中间究竟是谁要作这事。
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
他们中间也起了争论,究竟他们当中谁被算为最大。
ὁ δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
耶稣对他们说:“外邦人有君王统治他们,掌权管辖他们的被称为‘恩主’。
ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν·
但你们不可这样;反倒你们中间最大的,要成为像最年幼的;领首的,要成为像服事人的。
τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμὶ ὡς ὁ διακονῶν.
因为哪一个大?是坐席的呢,还是服事人的呢?不是坐席的大吗?然而我在你们中间,如同服事人的。
Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,4 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθῆσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
“在我的磨炼之中,始终与我同在的正是你们;我将国赐给你们,正如我父赐给我一样,叫你们在我的国里,坐在我的席上吃喝,并且坐在宝座上,审判以色列十二个支派。
Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.
“西门,西门,看哪,撒但想要得着你们,好把你们像麦子一样筛一筛;但我已经为你祈求,叫你不至于失去信心;你回头以后,要坚固你的弟兄。”
ὁ δὲ εἶπεν αὐτῷ Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
彼得对他说:“主啊,我已准备好同你下监,同你受死。”
ὁ δὲ εἶπεν Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ εἰδέναι.
耶稣说:“彼得,我告诉你,今日鸡还没有叫,你就要三次否认认得我。”
Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν Οὐθενός.
耶稣又对他们说:“我差遣你们的时候,没有钱囊、没有口袋、没有鞋,你们缺少什么没有?”他们说:“没有。”
εἶπεν δὲ αὐτοῖς Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.5
耶稣对他们说:“但如今,有钱囊的应当带着,有口袋的也是如此;没有的,要卖衣服买刀。”
- 22.2τὸ πῶς ἀνέλωσιν αὐτόν
中性定冠词 τό 将整个间接疑问句 πῶς ἀνέλωσιν αὐτόν 名词化,作动词 ἐζήτουν 的直接宾语。虚拟语气 ἀνέλωσιν 为间接审慎性虚拟语气(deliberative subjunctive)。
- 22.15Ἐπιθυμίᾳ ἐπεθύμησα
同源名词与格 ἐπιθυμίᾳ 与同根动词 ἐπεθύμησα 连用,仿照希伯来语的同源绝对不定词结构,用以强烈强调动词动作(“我切切地渴望”)。
- 22.20τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον
在语法上,该分词是中性主格单数,修饰主语名词 τὸ ποτήριον,而非与格短语 ἐν τῷ αἵματί μου。尽管在语义上它描述的是“血被流出”,但在句法上却破格地与杯(主格)保持一致。
- 22.29καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν
名词宾语 βασιλείαν 同时充当从句 διέθετό μοι ὁ πατήρ μου 与主句 κἀγὼ διατίθεμαι ὑμῖν 的宾语,意为“正如我父把国赐给我一样,我也将(国)赐给你们”。
- 22.36καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν
关于 ὁ μὴ ἔχων 所省略的宾语,存在两种解读:(1) 指“没有钱囊/口袋(即没有资金)的人”;(2) 指“没有刀的人”。鉴于前面“有钱囊的……有口袋的……”的对应关系,采取前者更符合上下文的平行对比:即使毫无钱财的人,也要变卖衣服去买刀。
