- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:21.1-21.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣赞许穷寡妇的奉献,预言圣殿的被毁、末世的灾难与逼迫、耶路撒冷的荒凉以及人子的降临,并教导门徒要警醒祈求。
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους. εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο, καὶ εἶπεν Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν· πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
耶稣抬头观看,见财主把奉献投入银库,又见一个穷寡妇往里面投了两个小钱,就说:“我实在告诉你们,这个穷寡妇所投的比众人更多。因为众人都是从自己富余中拿出来投入奉献;这寡妇却是从自己的不足中,把她一切养生的都投进去了。”
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν Ταῦτα ἃ θεωρεῖτε,1 ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὧδε ὃς οὐ καταλυθήσεται.
有人谈论圣殿是用美石和供物装饰的,耶稣就说:“你们所看见的这些,日子将到,在这里没有一块石头留在石头上不被拆毁的。”
ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
他们问他说:“老师,那么什么时候会有这些事呢?这些事将要发生的时候,有什么预兆呢?”
ὁ δὲ εἶπεν Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες Ἐγώ εἰμι καί Ὁ καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
耶稣说:“你们要留心,不要受迷惑;因为将有许多人冒我的名来,说:‘我就是,’又说:‘时候近了。’你们不要跟从他们。
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· "δεῖ" γὰρ ταῦτα "γενέσθαι" πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.
你们听见打仗和扰乱的事,不要惊惶;因为这些事必须先发生,只是终局不会立刻就到。”
Τότε ἔλεγεν αὐτοῖς "Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ" "βασιλείαν," σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λοιμοὶ καὶ λιμοὶ ἔσονται, φόβηθρά τε καὶ ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
当时耶稣又对他们说:“民要攻打民,国要攻打国;地要大大震动,多处必有瘟疫和饥荒,并有可怕的景象和大神迹从天显现。
πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους2 ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
但在这一切事以前,人要下手拿住你们,逼迫你们,把你们交给会堂并收在监里,又为我的名把你们拉到君王和总督面前。
ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.3
这事终必成为你们作见证的机会。
θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
所以,你们应当心里定意,不要预先思想怎样分诉;因为我必赐给你们口才和智慧,是你们一切仇敌所不能抵挡或驳倒的。
παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
连父母、弟兄、亲族、朋友也要把你们交出来,你们中间也有被他们害死的;你们要为我的名被众人恨恶。
καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
然而,你们连一根头发也绝不会损坏。
ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν.
你们常存忍耐,就必保全灵魂。
Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
你们看见耶路撒冷被军队围困,就可知道它荒凉的日子近了。
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, ὅτι "ἡμέραι ἐκδικήσεως" αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
那时,在犹太的应当逃到山上;在城里的应当出来;在乡下的不要进城;因为这是报应的日子,使经上所写的一切都得应验。
οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ "Ἰερουσαλὴμ" ἔσται "πατουμένη ὑπὸ ἐθνῶν," ἄχρι οὗ πληρωθῶσιν [καὶ ἔσονται] καιροὶ ἐθνῶν.
在那些日子,怀孕的和哺乳的妇女有祸了!因为地上必有大灾难,忿怒必临到这百姓。他们要倒在刀刃之下,又被掳到各国去;耶路撒冷要被外邦人践踏,直到外邦人的日期满了。
καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχοῦς θαλάσσης καὶ σάλου,4 ἀποψυχόντων ἀνθρώπων5 ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, "αἱ" γὰρ "δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται."
日月星辰要显出异兆,地上的邦国因海浪和波涛的轰鸣困惑,陷于痛苦之中;人们因惧怕和预料那将要临到世界的事,就吓得魂不附体;因为天上的万象都要震动。
καὶ τότε ὄψονται "τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ" μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
那时,他们要看见人子带着能力和大荣耀驾云降临。
Ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
这些事开始发生的时候,你们就当挺身昂首,因为你们得赎的日子近了。”
Καὶ εἶπεν παραβολὴν αὐτοῖς Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
耶稣又对他们设一个比喻说:
ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
“你们看无花果树和各样的树; 它们一发芽,你们看见自然晓得夏天近了。
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
这样,你们几时看见这些事发生,也该晓得上帝的国近了。
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως [ἂν] πάντα γένηται.
我实在告诉你们,这世代还没有过去,这一切都要成就。
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
天地要废去,我的话却绝不能废去。
Προσέχετε δὲ ἑαυτοῖς μή ποτε βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κρεπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφʼ ὑμᾶς ἐφνίδιος ἡ ἡμέρα ἐκείνη ὡς "παγίς·" ἐπεισελεύσεται γὰρ "ἐπὶ" πάντας "τοὺς καθημένους ἐπὶ" πρόσωπον πάσης "τῆς γῆς."
你们要谨慎,恐怕因放荡、醉酒并今生的思虑累住你们的心,那日子就如网罗忽然临到你们;因为那日子要临到全地上一切居住的人。
ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
你们要时时警醒,常常祈求,使你们能逃避这一切将要发生的事,得以站立在人子面前。”
Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
耶稣白天在圣殿里教导人,每夜出城到名叫橄榄的山上去住宿;众百姓清早都到圣殿里耶稣那里,要听他讲道。
- 21.6Ταῦτα ἃ θεωρεῖτε
句首的指示代词短语充当悬垂宾格(或关涉宾格),脱离主句的常规成分作为话题引出,后接主句(ἐλεύσονται ἡμέραι...)。
- 21.12ἀπαγομένους
此阳性复数宾格分词并非修饰主格分词 παραδιδόντες 的主语,而是修饰其动作的宾语(前文的 ὑμᾶς,即门徒),表示被解送到君王面前。
- 21.13ἀποβήσεται ὑμῖν εἰς μαρτύριον
动词 ἀποβαίνω 与 εἰς 连用表示前述一系列迫害事态的结果,与格 ὑμῖν 为利益与格,整个短语意为“这终必成为你们作见证的机会”。
- 21.25ἐν ἀπορίᾳ ἠχοῦς θαλάσσης καὶ σάλου
ἠχοῦς 是名词 ἠχώ(咆哮、响声)的属格,作为原因属格修饰 ἀπορίᾳ(困惑、不知所措),意为“因海浪与波涛的轰鸣而困惑不解”。
- 21.26ἀποψυχόντων ἀνθρώπων
独立属格结构,表示伴随状况或原因,生动刻画了人在宇宙巨变和灾难面前因极度恐惧而昏厥、窒息的情状。
