- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:20.1-20.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在圣殿中面对祭司长等人对其权柄的质问,以约翰的洗礼反问并讲了凶恶园户的比喻;接着化解了纳税给凯撒与复活问题的圈套,阐明基督与大卫的关系,并警诫门徒防备文士的假善。
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπαν λέγοντες πρὸς αὐτόν Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην.
有一天,耶稣在圣殿里教导百姓、传福音的时候,祭司长和文士同长老们上前来,对他说:“告诉我们,你凭什么权柄做这些事?或者,是谁给你这权柄的?”
ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι Τὸ βάπτισμα Ἰωάνου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
耶稣回答他们说:“我也要问你们一句话,你们且告诉我:约翰的洗礼是从天上来的,还是从人间来的?”
οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ, ἐρεῖ Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
他们彼此商议说:“我们若说‘从天上来’,他就会说:‘你们为什么不信他?’
ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάνην προφήτην εἶναι·
若说‘从人间来’,百姓全都要用石头打死我们,因为他们坚信约翰是个先知。”
καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
于是他们回答说,不知道是从哪里来的。
καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
耶稣对他们说:“我也不告诉你们,我凭什么权柄做这些事。”
Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην Ἄνθρωπος "ἐφύτευσεν ἀμπελῶνα," καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
耶稣就开始向百姓讲这个比喻:“有人 ‘栽了一个葡萄园’, 租给园户,就出外到外国去了很长的时间。
καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.
到了时候,他打发一个仆人到园户那里,要叫他们把葡萄园当纳的果子交给他;园户竟打了他,叫他空手回去。
καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον·1 οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
主人又打发另一个仆人去;他们也打了他,凌辱他,叫他空手回去。
καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
主人又打发第三个去;他们把这个人也打伤了,赶了出去。
εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.
葡萄园的主人说:‘我该怎么办呢?我要打发我的爱子去,也许他们会敬重他。’
ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες Οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·
然而园户看见他,就彼此商议说:‘这是承继产业的;我们杀了他吧,好让产业归于我们!’
καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
于是把他扔出葡萄园外,杀了。这样,葡萄园的主人要怎样处置他们呢?
ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν Μὴ γένοιτο.
他要来除灭这些园户,把葡萄园分给别人。”众人听见了就说:“万不可如此!”
ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν Τί οὖν ἐστὶν τὸ γεγραμμένον τοῦτο "Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη2 εἰς κεφαλὴν γωνίας;"
耶稣定睛看着他们,说:“那么,经上记着: ‘ 匠人所弃的石头, 已作了房角的头块石头’, 这是什么意思呢?
πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν.
凡跌在那石头上的,必要跌碎;那石头落在谁的身上,就要把谁砸得稀烂。”
Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
文士和祭司长当时就想下手拿他,只是惧怕百姓,因为他们看出这比喻是指着他们说的。
Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐνκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου,3 ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
于是他们窥探耶稣,打发奸细装作公义的人,要抓他的话柄,好把他交在总督的统治与权柄之下。
καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·
奸细问他说:“老师,我们知道你所说所教的都对,也不看人的情面,而是按真理教导上帝的道。
ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;
我们纳税给凯撒,合不合法?”
κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν Καίσαρος.
耶稣看出他们的诡诈,就对他们说:“拿一个银币给我看。这上面有谁的肖像和名号?”他们说:“凯撒的。”
ὁ δὲ εἶπεν πρὸς αὐτούς Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
耶稣对他们说:“这样,凯撒的物当归给凯撒,上帝的物当归给上帝。”
καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
他们当着百姓,不能抓到他的话柄;又对他的回答感到惊奇,便闭口无言了。
Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν λέγοντες Διδάσκαλε, Μωυσῆς ἔγραψεν ἡμῖν, "ἐάν τινος ἀδελφὸς ἀποθάνῃ" ἔχων γυναῖκα, "καὶ οὗτος ἄτεκνος ᾖ," ἵνα "λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. "
撒都该人说没有复活的事,其中有几个人上前来问耶稣: “老师,摩西为我们写着说: ‘若有人死了哥哥,’ 有妻, ‘却没有孩子,’ 就要 ‘弟弟娶他的妻子,为哥哥立后。’
ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον·
那么,有兄弟七人,第一个娶了妻,没有孩子就死了;第二个、第三个也娶了她;七个人都是这样,没有留下孩子就死了。
ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.
后来,妇人也死了。
ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
这样,在复活的时候,她是他们哪一个的妻子呢?因为七个人都曾娶她为妻。”
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται, οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
耶稣对他们说:“这世界的人有娶有嫁;惟有算为配得那世界、并配从死人中复活的人,也不娶也不嫁。
οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
因为他们不能再死,他们与天使一样;既是复活之子,就是上帝的儿子。
ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει "Κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ·"
至于死人复活,摩西在荆棘篇上也指示了,他称 ‘主是亚伯拉罕的上帝,以撒的上帝,雅各的上帝’。
θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.4
上帝不是死人的上帝,而是活人的上帝,因为在他面前,人都是活着的。”
ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν Διδάσκαλε, καλῶς εἶπας·
文士中有几个人回答说:“老师,你说得好。”
οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
他们不敢再问他什么了。
Εἶπεν δὲ πρὸς αὐτούς Πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυεὶδ υἱόν;
耶稣对他们说:“人怎么说基督是大卫的子孙呢?
αὐτὸς γὰρ Δαυεὶδ λέγει ἐν Βίβλῳ Ψαλμῶν "Εἶπεν Κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου" " ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·"
诗篇上大卫自己说: ‘ 主对我主说: 你坐在我的右边,等我把你的仇敌放在你的脚下作脚凳。’
Δαυεὶδ οὖν αὐτὸν κύριον καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
大卫既然称他为主,他又怎么会是大卫的子孙呢?”
Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.
众百姓听着的时候,耶稣对门徒说: “你们要防备文士。他们好穿长袍走来走去,喜爱市集上的问安、会堂里的高位、筵席上的首座;他们吞灭寡妇的家产,假意作很长的祷告。这些人要受更重的惩罚。”
- 20.11προσέθετο ἕτερον πέμψαι δοῦλον
动词 προστίθημι(加上、添加)后接不定式(προσέθετο πέμψαι),是反映希伯来语习惯表达(动词“加”+不定式=“再次做某事”)的塞姆语风,常见于七十士译本。字面意思是“他加上打发另一个仆人”,实际语法功能为表示动作的重复(“他又打发……”)。后文的 προσέθετο τρίτον πέμψαι 属完全相同的结构。
- 20.17Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη
此处为逆引格(inverse attraction)或悬垂宾格(accusativus pendens)结构。在逻辑上充当主句主语的先行词,受其后关系代词 ὃν(宾格)的影响而被同化为宾格 λίθον。主句的主语随后由指示代词 οὗτος(主格)复指接起。
- 20.20ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου
动词 ἐπιλαμβάνομαι 支配属格(抓取、捉拿)。关于两个属格 αὐτοῦ 与 λόγου 的关系,可作两种分析:(1) 将 αὐτοῦ 视作修饰 λόγου 的领属属格(“抓住他的话柄”);(2) 将 αὐτοῦ 作动词的人称宾语,而 λόγου 视为表示范畴的属格(“在言语上捉拿他”)。两种分析均指向通过言语设陷阱这一相同含义。
- 20.38πάντες γὰρ αὐτῷ ζῶσιν
与格 αὐτῷ(对他而言、在上主面前)是表示关系或视角的与格(dativus relationis),意为“就他而言”或“在上帝的眼光中,所有人都活着”。这驳斥了撒都该人认为死亡即意味着彻底毁灭的观点,表明死者在与上帝的关系中依然是活着的。
