← 新约圣经

路加福音

§19.25-19.48

荣进耶路撒冷、为城哀哭与洁净圣殿

耶稣讲完银子的比喻后,在门徒的颂赞声中骑驴进入耶路撒冷,为城哀哭并预言其毁灭,随后洁净圣殿并每日施教。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.25

καὶ εἶπαν αὐτῷ Κύριε, ἔχει δέκα μνᾶς·—

他们对他说:“主啊,他已经有十锭银子了!”

§19.26

λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται.

—— “我告诉你们:凡有的,还要加给他;那没有的,连他所有的也要夺过来。

§19.27

Πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.

至于我这些仇敌,就是不要我作他们王的,把他们拉到这里来,在我面前杀了吧!”

§19.28

Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἰεροσόλυμα.

耶稣说了这些话,就走在前面,上耶路撒冷去。

§19.29

Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανιὰ πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε.

快到伯法其和伯大尼,到了名叫橄榄山的地方,就打发门徒中的两个人,说:“你们往对面的村子去,进村的时候,会看见一匹拴着的驴驹,是从来没有人骑过的;把它解开牵来。

§19.31

καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ Διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.

如果有人问你们:‘为什么解开它?’你们就这样说:‘主要用它。’”

§19.32

ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.

受差遣的人去了,所遇见的正如耶稣对他们所说的。

§19.33

λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς Τί λύετε τὸν πῶλον;

他们解驴驹的时候,主人对他们说:“为什么解驴驹?”

§19.34

οἱ δὲ εἶπαν ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.

他们说:“主要用它。”

§19.35

καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν·

他们把驴驹牵到耶稣那里,把自己的衣服搭在上面,扶耶稣骑上。

§19.36

πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ.

耶稣前行的时候,众人把自己的衣服铺在路上。

§19.37

ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,1 λέγοντες "Εὐλογημένος ὁ ἐρχόμενος," ὁ βασιλεύς, "ἐν ὀνόματι Κυρίου·" ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.

他已经走近橄榄山的下坡路时,全队门徒因所见过的一切异能,都欢喜起来,大声赞美上帝,说: “奉主名来的王 是应当称颂的! 在天上有和平, 在至高之处有荣耀!”

§19.39

Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.

人群中有几个法利赛人对他说:“老师,责备你的门徒吧!”

§19.40

καὶ ἀποκριθεὶς εἶπεν Λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.

耶稣回答说:“我告诉你们,这些人若是闭口不言,石头也要呼叫起来。”

§19.41

Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼ αὐτήν, λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.2

耶稣快到的时候,看见那城,就为它哀哭,说:“巴不得在这日子,连你也知道关系平安的事!——但如今这事在你的眼前被隐藏了。

§19.43

ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σε καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, καὶ "ἐδαφιοῦσίν" σε καὶ "τὰ τέκνα σου" ἐν σοί,3 καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

因为日子将到,你的仇敌要筑起土垒围困你,四面环绕你,紧紧困住你, 并要 把你彻底夷平,连同你里面的 儿女,也不容在你里面有一块石头留在另一块石头上,因为你没有认出你蒙眷顾的时刻。”

§19.45

Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας, λέγων αὐτοῖς Γέγραπται "Καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς," ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε "σπήλαιον λῃστῶν."

耶稣进了圣殿,就开始赶出做买卖的人,对他们说:“经上记着: ‘我的殿要作祷告的殿’, 你们倒使它成了 ‘贼窝’。”

§19.47

Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, καὶ οὐχ ηὕρισκον τὸ τί ποιήσωσιν,4 ὁ λαὸς γὰρ ἅπας ἐξεκρέμετο αὐτοῦ ἀκούων.

耶稣天天在圣殿里教导人。祭司长、文士和民间的首领都想要除灭他,却找不出该怎么做,因为百姓都极其倾慕他,听他的话。

语法注4 条
  1. 19.37πασῶν ὧν εἶδον δυνάμεων

    关系代词 ὧν 本应为宾格 ἅς,受其先行词 δυνάμεων 的属格吸引而变为属格(attractio relativi)。

  2. 19.42Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.

    顿绝(aposiopesis)修辞:由 Εἰ 引导的反事实愿望或条件从句,其结果从句因情感激动而省略,随后以 νῦν δέ(“但如今”)转折指出严酷的现实。

  3. 19.44ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί

    动词 ἐδαφίζω 在此属于兼摄修辞(zeugma):用于城市(σε)时意为“夷为平地”,用于儿女(τὰ τέκνα σου)时意为“摔在地上摔碎”。

  4. 19.48τὸ τί ποιήσωσιν

    中性单数定冠词 τό 将后面的间接审议疑问句 τί ποιήσωσιν(虚拟语气)整体名词化,作动词 ηὕρισκον 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:19.25-19.48