- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:2.1-2.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马利亚因奥古斯都的诏令前往伯利恒并生下耶稣,天使向田野里的牧羊人宣告救主降生。孩子在第八天受割礼并按律法被献于圣殿,西面得以与他相遇。
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην·
在那些日子里,凯撒奥古斯都出了一道诏令,叫普天下的人都登记户籍。
(αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·)
(这是居里扭作叙利亚总督时进行的第一次户籍登记。)
καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν.
众人都去登记户籍,各归各城。
Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲτ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυεὶδ ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυείδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐνκύῳ.
约瑟也从加利利的拿撒勒城上犹太去,到了大卫的城,名叫伯利恒,因为他是大卫家族宗派的人,要同许配给他、已经怀孕的马利亚一同登记。
Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.
他们在那里的时候,她生产的日期满了,就生了头胎的儿子,用布包起来,放在马槽里,因为在客店里没有他们的地方。
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν.
在同一地区,有牧羊人露宿野外,夜间守更看顾他们的羊群。
καὶ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν·
主的一位使者站在他们身旁,主的荣光四面照着他们,他们就大大惧怕。
καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυείδ·
使者对他们说:“不要惧怕;看哪,我报给你们大喜的信息,是关乎万民的;因为今天在大卫的城里,为你们生了救主,就是主基督。
καὶ τοῦτο ὑμῖν σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.
这是给你们的记号:你们要找到一个婴儿,用布包着,躺在马槽里。”
καὶ ἐξέφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.1
忽然,有一大队天兵同那使者一同赞美神说: “在至高之处荣耀归与神,在地上平安归与他所喜悦的人。”
Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους Διέλθωμεν δὴ ἕως Βηθλεὲμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.
众使者离开他们升天去了,牧羊人彼此说:“我们且往伯利恒去,看看所成就的事,就是主所指示我们的。”
καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου.
他们急忙去了,就寻见马利亚和约瑟,以及躺在马槽里的婴儿;看见了,就把关于这孩子对他们所说的话传开了。
καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συνβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς.
凡听见的,都对牧羊人向他们所说的事感到惊奇;马利亚却把这一切的话存记在心,反复思想。
καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς.
牧羊人因所听见所看见的一切事,正如向他们所说的那样,就归荣耀于神,赞美他,回去了。
Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ2 Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.
到了满八天给孩子行割礼的时候,他的名字就叫耶稣;这是他在母腹中受孕之前,天使所起的名字。
Καὶ ὅτε "ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ" αὐτῶν3 κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἰεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου ὅτι "Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται," καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ Κυρίου, "ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν."
按照摩西律法,满了他们洁净的日期,他们就带他上耶路撒冷去,把他献给主,正如主的律法上所记:“凡开胎的男子,必称为归主为圣”;又要照主的律法上所说的,献上祭物,就是“一对斑鸠,或两只雏鸽”。
Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπʼ αὐτόν·
看哪,在耶路撒冷有一个人,名叫西面;这人又公义又虔诚,素常盼望以色列的安慰,圣灵也在他身上。
καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν [ἢ] ἂν ἴδῃ τὸν χριστὸν Κυρίου.
圣灵曾向他启示,他在看见主的基督之前,必不见死。
- 2.14ἐν ἀνθρώποις εὐδοκίας
属格 εὐδοκίας 并非表示人类品质的“善意”,而是表达神的主权恩惠或喜悦的修饰性属格,意为“神所喜悦/蒙神恩宠的人”。后世抄本常读作主格 εὐδοκία(“在人中间有善意”),但最早且最优的抄本支持属格。
- 2.21καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ
在时间从句(Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν)之后,主句开头使用了连词 καί。这是模仿希伯来语归结从属词(waw apodoseos)的闪米特语用法(apodotic καί),用于引出主句的展开,而非并列两个独立的句子。
- 2.21τοῦ καθαρισμοῦ αὐτῶν
复数代词 αὐτῶν(“他们的”)指母亲与圣婴,或指双亲二人。根据摩西律法(利未记第12章),洁净礼原本是针对产妇个人的规定,但此处以复数形式统括了母子或父母双方。
