- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:1.37-1.80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马利亚顺从天使的预言并探访以利沙伯,尊主为大献上赞歌。以利沙伯生下男婴,撒迦利亚写下约翰之名后立时开口说话,被圣灵充满预言神的救赎及儿子的使命。
ὅτι "οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.1"
因为“在神没有一句话是不可能的”。
εἶπεν δὲ Μαριάμ Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος.
马利亚说:“看哪,我是主的使女;情愿照你的话成就在我身上。”天使就离开她去了。
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλεισάβετ.
在那些日子里,马利亚起身,急忙往山地去,来到犹大的一座城,进了撒迦利亚的家,向以利沙伯问安。
καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλεισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλεισάβετ, καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
以利沙伯一听见马利亚问安,腹中的胎儿就跳动,以利沙伯也被圣灵充满,高声喊着说:“你在妇女中是有福的,你腹中的胎儿也是有福的!
καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ2 ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
我主的母亲到我这里来,这是从哪里临到我的呢?
ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
因为看哪,你问安的声音一入我耳,我腹里的胎儿就欢喜跳动。
καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
那信主对她所说的话必将成就的女子是有福的。”
Καὶ εἶπεν Μαριάμ Μεγαλύνει "ἡ ψυχή μου τὸν κύριον," καὶ "ἠγαλλίασεν" τὸ πνεῦμά μου "ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου·" ὅτι "ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ," ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ "ἅγιον τὸ ὄνομα αὐτοῦ," καὶ "τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεάς" "τοῖς φοβουμένοις αὐτόν."
马利亚说: “我心尊主为大,我灵 以神我的救主为乐;因为他眷顾了他使女的卑微; 看哪,从今以后,万代要称我为有福;因为全能者为我成就了大事, 他的名是圣的;他的怜悯归于敬畏他的人, 直到世世代代。
Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· "καθεῖλεν δυνάστας" ἀπὸ θρόνων καὶ "ὕψωσεν ταπεινούς," "πεινῶντας ἐνέπλησεν ἀγαθῶν" καὶ "πλουτοῦντας" "ἐξαπέστειλεν κενούς."
他用臂膀施展大能, 驱散了心里妄自尊大的人;他使有权势的失位, 叫卑微的升高;他叫饥饿的得饱美物, 叫富足的空手而去。
"ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ," "μνησθῆναι ἐλέους," καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
他扶助了他的仆人以色列, 为要记念他的怜悯,正如他对我们的祖先所说的那样, 施恩于亚伯拉罕和他的后裔,直到永远。”
Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
马利亚同她住了约有三个月,就回自己的家去了。
Τῇ δὲ Ἐλεισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
以利沙伯生产的日期满了,就生了一个儿子。
καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
邻里和亲戚听见主向她大施怜悯,就同她一同欢乐。
Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθαν περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
到了第八天,他们来要给孩子行割礼,并要照他父亲的名字,叫他撒迦利亚。
καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάνης.
他的母亲回答说:“不可,他要起名叫约翰。”
καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδεὶς ἔστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
他们对她说:“你亲族中没有叫这个名字的。”
ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
他们就向他父亲打手势,看他愿意叫他什么名字。
καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων Ἰωάνης ἐστὶν ὄνομα αὐτοῦ.
他要了一块写字板,写道:“他的名字是约翰。”
καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
众人都惊奇。他的口和舌头立时开了,就说出话来,称颂神。
Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;
住在周围的人都起了惧怕,这一切的事就传遍了犹太的整个山地;凡听见的人都把这些事存在心里,说:“这孩子将来会怎样呢?”
καὶ γὰρ χεὶρ Κυρίου ἦν μετʼ αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων "Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ," ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν "λύτρωσιν τῷ λαῷ αὐτοῦ," καὶ "ἤγειρεν κέρας" σωτηρίας ἡμῖν ἐν οἴκῳ "Δαυεὶδ" παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπʼ αἰῶνος προφητῶν αὐτοῦ, "σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς" πάντων "τῶν μισούντων ἡμᾶς," ποιῆσαι "ἔλεος" μετὰ τῶν πατέρων ἡμῶν καὶ "μνησθῆναι διαθήκης" ἁγίας "αὐτοῦ," "ὅρκον" ὃν ὤμοσεν πρὸς Ἀβραὰμ3 τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ4 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
因为确有主的手与他同在。他的父亲撒迦利亚被圣灵充满,就预言说:“主以色列的神是应当称颂的, 因为他眷顾了他的百姓,为他们成就了救赎,在他仆人大卫家中, 为我们兴起了 拯救的角;正如他从古以来借着圣先知的口 所说的那样,救我们脱离仇敌和一切恨我们之人的手;向我们的列祖施怜悯, 记念他的圣约,就是他对我们的祖宗亚伯拉罕所立的誓,使我们既从仇敌手中被救出来,就可以毫无惧怕地,在我们一生的日子里, 在他面前以圣洁和公义事奉他。
Καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ "ἐνώπιον Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ," τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, "ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις," τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
孩子啊,你也要称为至高者的先知; 因为你要行在主的前面,预备他的道路,因他们罪得赦免, 叫他的百姓认识救恩;因我们神怜悯的心肠, 叫清晨的日光从高天眷顾我们,照亮坐在黑暗中死荫里的人, 把我们的脚引到平安的路上。”
Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
孩子渐渐长大,心灵健壮,住在旷野,直到他显明在以色列人面前的日子。
- 1.37οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα
短语 οὐκ ... πᾶν 借用了希伯来语的全否定句式(kōl ... lō'),意为“没有任何事是不可能的”,而非部分否定。名词 ῥῆμα 在此对应希伯来语的 dābār,兼具“言语/应许”与“事体/作为”的涵义。
- 1.43πόθεν μοι τοῦτο ἵνα ἔλθῃ
在疑问词 πόθεν 引导的无人称表达之后,ἵνα 从句体现了通用希腊语中常见的同位语或说明性用法,用以具体说明 τοῦτο 的内容(“我主的母亲来到我这里,这件事怎会临到我”)。
- 1.73ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ
宾格名词 ὅρκον 在语义上是前文属格短语 διαθήκης ἁγίας αὐτοῦ(他的圣约)的同位语,其格受到后续关系从句 ὃν ὤμοσεν 中宾格关系的吸引(反向格引诱)。其句法功能是作 μνησθῆναι 的宾语补足。
- 1.74ῥυσθέντας λατρεύειν αὐτῷ
分词 ῥυσθέντας 为宾格,作不定式 λατρεύειν 的逻辑主语。尽管前文在 τοῦ δοῦναι 后出现了与格代词 ἡμῖν,但在引导实际的不定式动作时,句法转向了常见的宾格加不定式结构(accusative with infinitive)。
