← 新约圣经

路加福音

§19.1-19.24

撒该的悔改与十锭银子的比喻

耶稣在耶利哥留宿于税吏长撒该家中,并宣告了临到这家的救恩。鉴于人们以为上帝的国即刻就要显现,耶稣讲述了贵胄交托仆人银锭的比喻,以此教导主人归来时的核算与交账。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰερειχώ.

耶稣进了耶利哥,正要从城里经过。

§19.2

Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος·

看哪,有一个人名叫撒该,他是个税吏长,也是个财主。

§19.3

καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν,1 καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.

他想看看耶稣是怎样的人,只因人多,而且他身材矮小,就看不见。

§19.4

καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.2

于是他跑到前头,爬上一棵桑树,要看耶稣,因为耶稣正要从那里经过。

§19.5

καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας [ὁ] Ἰησοῦς εἶπεν πρὸς αὐτόν Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.

耶稣到了那地方,往上一看,对他说:“撒该,快下来!今天我必须住在你家里。”

§19.6

καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.

他就急忙下来,欢欢喜喜地接待耶稣。

§19.7

καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.

众人看见,都私下议论说:“他竟然进到一个罪人家里去住宿!”

§19.8

σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον Ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, [τοῖς] πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.

撒该站着,对主说:“主啊,看哪,我把我所有的财产一半分给穷人;我若讹诈了谁,就还他四倍。”

§19.9

εἶπεν δὲ πρὸς αὐτὸν [ὁ] Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ [ἐστιν]·

耶稣对他说:“今天救恩临到了这家,因为他也是亚伯拉罕的子孙。

§19.10

ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

人子来,正是要寻找并拯救失丧的人。”

§19.11

Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν3 παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· εἶπεν οὖν Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.

众人听见这些话的时候,耶稣因为走近耶路撒冷,又因为他们以为上帝的国快要显现出来,就又讲了一个比喻,说:“有一个贵胄往远方去,要为自己得国,然后再回来。

§19.13

καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτοὺς πραγματεύσασθαι ἐν ᾧ ἔρχομαι.4

他就叫了自己的十个仆人来,交给他们十锭银子,对他们说:‘你们去做生意,直到我回来。’

§19.14

Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς.

他本国的百姓却恨他,打发使团随后去,说:‘我们不愿这个人作我们的王。’

§19.15

Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν5 φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.

他得国回来之后,就吩咐把那些领过银子的仆人叫来,要了解他们做生意赚了多少。

§19.16

παρεγένετο δὲ ὁ πρῶτος λέγων Κύριε, ἡ μνᾶ σου δέκα προσηργάσατο μνᾶς.

头一个上前来,说:‘主啊,你的一锭银子又赚了十锭。’

§19.17

καὶ εἶπεν αὐτῷ Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.

主人对他说:‘好,良善的仆人!你既在极小的事上有忠心,就可以有权管辖十座城。’

§19.18

καὶ ἦλθεν ὁ δεύτερος λέγων Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.

第二个来说:‘主啊,你的一锭银子赚了五锭。’

§19.19

εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.

主人也对这人说:‘你也管辖五座城吧。’

§19.20

καὶ ὁ ἕτερος ἦλθεν λέγων Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·

又有一个来说:‘主啊,看哪,你的一锭银子在这里,我一直把它包在手帕里存着。

§19.21

ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.

因为我怕你,你是个严厉的人:没有放下的,你硬要收取;没有播种的,你硬要收割。’

§19.22

λέγει αὐτῷ Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα.

主人对他说:‘你这恶仆,我要凭你的口定你的罪!你既知道我是个严厉的人,没有放下的硬要收取,没有播种的硬要收割,那么,你为什么不把我的银子存入银行呢?等我回来的时候,连本带利都可以收回来。’

§19.24

καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι—

他就对旁边站着的人说:‘夺过他这一锭银子来,给那有十锭的!’——

语法注5 条
  1. 19.3τὸν Ἰησοῦν τίς ἐστιν

    前置先取结构(prolepsis)。名词 τὸν Ἰησοῦν 按逻辑本是间接疑问从句的主语,却被前置作为主动词 ἐζήτει ἰδεῖν 的直接宾格宾语,其后紧接间接疑问从句 τίς ἐστιν,意为“想看看耶稣是怎样的人”。

  2. 19.4ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι

    阴性单数属格指示代词 ἐκείνης 此处作“路径属格”(genitive of route),省略了阴性名词 ὁδοῦ(道路),修饰 διέρχεσθαι,意为“从那条路经过”。

  3. 19.11προσθεὶς εἶπεν

    闪米特语表达习惯(对应希伯来语 וַיּוֹסֶף לְדַבֵּר,“加添说话”)。分词 προσθεὶς 与 εἶπεν 连用,字面为“加上而说”,实际起到副词性作用,表示“接着说”、“又说”。

  4. 19.13ἐν ᾧ ἔρχομαι

    介词短语 ἐν ᾧ 在此作时间连词短语使用,可表“在……期间”(while)或“直到……之时”(until)。结合主人的离去与归来,此处表时间界限:“直到我回来”。

  5. 19.15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν

    非人称动词 Ἐγένετο 后接表示时间的“ἐν τῷ + 不定词”(ἐπανελθεῖν αὐτόν),随后由后件连词 καί(apodotic καί)引出主句动词 εἶπεν。这种句式模仿了希伯来语叙事结构 וַיְהִי ... וַ...(“事情发生在……他就说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:19.1-19.24