← 新约圣经

路加福音

§18.1-18.43

关于祈祷的比喻与财富进天国及治好盲人

耶稣通过两个比喻(不义的法官、法利赛人与税吏)教导恒切祈祷与谦卑,接待孩童,论述财富与天国的关系,第三次预言自己的受难与复活,并在耶利哥治好一个盲人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν,1 λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.

耶稣对他们讲了一个比喻,是要他们常常祈祷,不可灰心,说:“某城里有一个法官,不敬畏上帝,也不尊重人。

§18.3

χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.

那城里有一个寡妇,常到他那里,说:‘请针对我的对头为我伸冤!’

§18.4

καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.

他多日不肯,但后来心里说:‘我虽然不敬畏上帝,也不尊重人, 只因这寡妇烦扰我,我就为她伸冤吧,免得她不住地来纠缠我,叫我精疲力竭。’”

§18.6

Εἶπεν δὲ ὁ κύριος Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·

主说:“你们听听这不义的法官所说的话。

§18.7

ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπʼ αὐτοῖς;2

上帝的选民日夜呼求他,难道上帝不给他们伸冤,反而向他们长久忍耐吗?

§18.8

λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

我告诉你们:他要快快地给他们伸冤了。然而,人子来的时候,在世上找得到信心吗?”

§18.9

Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην.

耶稣又向一些自以为义而轻视别人的人讲了这个比喻:

§18.10

Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.

“有两个人上圣殿去祈祷,一个是法利赛人,一个是税吏。

§18.11

ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης·

法利赛人站着,心里这样祈祷:‘上帝啊,我感谢你,我不像别人那样勒索、不义、通奸,也不像这个税吏。

§18.12

νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα ὅσα κτῶμαι.

我一个礼拜禁食两次,所得的一切都纳十分之一。’

§18.13

ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλʼ ἔτυπτε τὸ στῆθος ἑαυτοῦ λέγων Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

那税吏却远远地站着,连举目望天也不敢,只捶着胸说:‘上帝啊,开恩可怜我这个罪人!’

§18.14

λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρʼ ἐκεῖνον·3 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

我告诉你们:这人回家去,比那人倒算为义了;因为凡自高的,必被降为卑;自卑的,必被升为高。”

§18.15

Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς.

有人甚至把婴孩带到耶稣面前,要他摸他们;门徒看见就责备那些人。

§18.16

ὁ δὲ Ἰησοῦς προσεκαλέσατο [αὐτὰ] λέγων Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.

耶稣却叫他们来,说:“让小孩子到我这里来,不要阻止他们,因为上帝之国正是属于这样的人。

§18.17

ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

我实在告诉你们:凡不像小孩子一样接受上帝之国的,绝不能进去。”

§18.18

Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;

有一个官问耶稣说:“良善的老师,我该做什么才能承受永生?”

§18.19

εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς [ὁ] θεός.

耶稣对他说:“你为什么称我是良善的?除了上帝一位之外,没有一个是良善的。

§18.20

τὰς ἐντολὰς οἶδας "Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. "

诫命你是知道的:‘不可通奸,不可杀人,不可偷盗,不可作假见证,当孝敬父母。’”

§18.21

ὁ δὲ εἶπεν Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος.

那人说:“这一切我从小都遵守了。”

§18.22

ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [τοῖς] οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.

耶稣听了,就对他说:“你还缺少一件:把你一切所有的都变卖了,分给穷人,你必有财宝在天上;然后你来跟从我。”

§18.23

ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα.

他听见这些话,就甚为忧愁,因为他极其富有。

§18.24

Ἰδὼν δὲ αὐτὸν [ὁ] Ἰησοῦς εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται·

耶稣看着他说:“有钱财的人进上帝的国是何等艰难啊!

§18.25

εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

骆驼穿过针眼,比财主进上帝的国还要容易呢。”

§18.26

εἶπαν δὲ οἱ ἀκούσαντες Καὶ τίς δύναται σωθῆναι;

听见的人说:“这样,谁能得救呢?”

§18.27

ὁ δὲ εἶπεν Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστίν.

耶稣说:“在人所不能的事,在上帝却能。”

§18.28

Εἶπεν δὲ ὁ Πέτρος Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι.

彼得说:“看哪,我们已经撇下自己所有的,跟从你了。”

§18.29

ὁ δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς ἔστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα εἵνεκεν τῆς βασιλείας τοῦ θεοῦ, ὃς οὐχὶ μὴ λάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

耶稣对他们说:“我实在告诉你们:凡为上帝的国撇下了房屋、妻子、弟兄、父母或儿女的,没有不在今世得许多倍,并在来世得永生的。”

§18.31

Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·4

耶稣把十二使徒带到一边,对他们说:“看哪,我们上耶路撒冷去,先知所写关于人子的一切事都要成全。

§18.32

παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.

因为他将被交给外邦人,受戏弄,受凌辱,被吐唾沫;他们要鞭打他,杀害他;第三日他要复活。”

§18.34

Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.

门徒对这些事一件也不明白,这话对他们是隐藏的,所说的事他们都不知道。

§18.35

Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰερειχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.

耶稣将近耶利哥的时候,有一个盲人坐在路旁讨饭。

§18.36

ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο·

他听见人群经过,就打听这是什么事。

§18.37

ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.

人们告诉他,是拿撒勒人耶稣经过。

§18.38

καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυείδ, ἐλέησόν με.

他就呼喊说:“大卫之子耶稣啊,可怜我吧!”

§18.39

καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυείδ, ἐλέησόν με.

在前面走的人就责备他,叫他闭嘴;他却越发大声喊叫:“大卫之子,可怜我吧!”

§18.40

σταθεὶς δὲ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν Κύριε, ἵνα ἀναβλέψω.

耶稣站住,吩咐把他领过来。盲人走近了,耶稣就问他:“你要我为你做什么?”他说:“主啊,让我能看见。”

§18.42

καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.

耶稣对他说:“你可以看见!你的信心救了你了。”

§18.43

καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

他立刻看见了,就跟随耶稣,归荣耀与上帝。众人看见了,也都赞美上帝。

语法注4 条
  1. 18.1πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν

    介词 πρός 引导带冠词的不定式宾格 τὸ δεῖν,表示目的或意图(“为了叫他们应当……”)。无人称动词 δεῖ 支配下文两个平行的不定式 προσεύχεσθαι 与 μὴ ἐνκακεῖν,其逻辑主语由宾格代词 αὐτούς 承担。

  2. 18.7καὶ μακροθυμεῖ ἐπʼ αὐτοῖς;

    该句由 καί 连接前句以 οὐ μή 引导的强烈修辞反问句。现在时直陈式 μακροθυμεῖ 顺延反问语气:“难道他会向他们迟延/长久忍耐吗?”亦有解作伴随或让步句(“虽然他向他们长久忍耐”)。在此依反问的连贯解法,承接下一节“要快快地给他们伸冤”的应许。

  3. 18.14κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρʼ ἐκεῖνον

    介词 παρά 接宾格 ἐκεῖνον 用以表示比较的基准(相当于古典希腊语中的 ἤ 或属格比较,亦受希伯来语 min 介词比较用法的影响),表示偏好或排除,意为“而不是那人/胜过那人”,即此人比那人更被称义而归去。

  4. 18.31γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου

    与格短语 τῷ υἱῷ τοῦ ἀνθρώπου 修饰完成时被动分词 γεγραμμένα。此处并非动作发出者的与格,而是关涉/关系与格(dative of reference/respect),相当于 περί 支配属格,意为“借着先知所写关于/涉及人子的一切事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:18.1-18.43