- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:15.1-15.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对法利赛人和文士对他接纳罪人的指责,耶稣讲述了“失羊”、“失钱”和“浪子回头”三个比喻,阐明上帝对于失丧者悔改所怀有的极大喜悦与天父无条件的宽恕。
Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες1 πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
当时,所有的税吏和罪人都挨近他,要听他讲道。
καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
法利赛人和文士都私下议论说:“这个人接待罪人,又同他们一起吃饭。”
εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό;
耶稣就对他们讲了这个比喻说:“你们中间哪一个人有一百只羊,失落了一只,不把这九十九只撇在旷野,去寻找那失落的,直到找着呢?
καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων, καὶ ἐλθὼν εἰς τὸν οἶκον συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς Συνχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός.
找着了,就欢欢喜喜地把羊扛在肩上;回到家里,就请朋友和邻舍来,对他们说:‘请与我一同欢乐,因为我找着了我失去的那只羊。’
λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
我告诉你们,一个罪人悔改,在天上的喜乐也是这样,比起为不用悔改的九十九个义人,大得多了。
Ἣ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ;
或者,一个妇人有十块钱,若失落了一块,岂不点上灯,打扫屋子,细细地寻找,直到找着吗?
καὶ εὑροῦσα συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα Συνχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
找着了,就请女性朋友和邻舍来,说:‘请与我一同欢乐,因为我找着了我失去的那块钱。’
οὕτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
我告诉你们,一个罪人悔改,在上帝的使者面前也是这样为他欢喜。”
Εἶπεν δέ Ἄνθρωπός τις εἶχεν δύο υἱούς.
耶稣又说:“某人有两个儿子。
καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος2 τῆς οὐσίας· ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον.
小儿子对父亲说:‘父亲,请把我应得的那份家产分给我。’父亲就把产业分给他们。
καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
过了不多几天,小儿子收拾了一切,往远方去了;在那里放荡度日,挥霍他的财产。
δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
既耗尽了一切,那地方遭遇了严重饥荒,他便开始困窘起来。
καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
于是他去投靠那地方的一个居民,那人打发他到自己的田里去放猪。他恨不得拿猪所吃的豆荚来充饥,也没有人给他任何东西。
εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι·
他醒悟过来,就说:‘我父亲有许多雇工,口粮有余,我在这里倒要饿死了!
ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.
我要起来,到我父亲那里去,向他说:父亲,我得罪了天,又得罪了你;从今以后,我不配称为你的儿子;把我当作你的一个雇工吧。’
Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
于是起来,往他父亲那里去。相离还远,他父亲看见他,就动了怜悯的心,跑去抱住他的颈项,连连与他亲吻。
εἶπεν δὲ ὁ υἱὸς αὐτῷ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου [· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου].
儿子对他说:‘父亲,我得罪了天,又得罪了你;从今以后,我不配称为你的儿子。’
εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι.
父亲却对仆人们说:‘快把最好的袍子拿出来给他穿,把戒指戴在他手上,把鞋穿在他脚上,把那只肥牛犊牵来宰了,我们吃喝庆祝;因为我这个儿子是死而复生,失而复得的。’他们就欢快地庆祝起来。
ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα·3
那时,大儿子正在田里。当他走来,接近房子的时候,听见作乐跳舞的声音,就叫过一个仆人来,查问这些究竟是什么事。
ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν.
仆人对他说:‘你的弟弟来了,你父亲因为得他平安归来,把肥牛犊宰了。’大儿子就生气,不肯进去。
ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν.
父亲就出来劝他。
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον.
他回答父亲说:‘你看,我服事你这么多年,从来没有违背过你的吩咐,你却从来没有给我一只山羊羔,叫我和朋友们一同庆祝;但你这个儿子,同娼妓吞尽了你的产业,他一来,你倒为他宰了肥牛犊。’
ὁ δὲ εἶπεν αὐτῷ Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει,4 ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.
父亲对他说:‘儿啊,你常和我在一起,我的一切都是你的;只是欢喜快乐是理所当然的,因为你这个弟弟是死而复活,失而复得的。’”
- 15.1Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες
由未完成过去时动词 ἦσαν 与现在分词 ἐγγίζοντες 构成的迂说法(复合时态结构),相比一般的未完成过去时,更强调罪人们持续、习惯性地靠近耶稣的状态。
- 15.12τὸ ἐπιβάλλον μέρος
中性分词 ἐπιβάλλον 作不及物用法,具有法律或商业习惯用语的含义(“归属于……”、“落在……份上”),修饰名词 μέρος(份额),意为“按规矩/律法应归属于我的那一份”。
- 15.26τί ἂν εἴη ταῦτα
间接疑问句中的 ἄν 搭配希求法(εἴη),属于潜在希求法。这是通用希腊语中保留的古典希腊语文风,带有困惑、探询可能性的语气:“这究竟可能是怎么一回事”。
- 15.31εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει
非人称动词未完成过去时 ἔδει(“应当/理当”)后接两个不定词 εὐφρανθῆναι 和 χαρῆναι 作其主语(形式为被动不定词,语义为主动/中动)。表达道德上的合宜性或必然性:“欢喜快乐本是理所当然的”。
