- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:14.1-14.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣在安息日到一个法利赛人首领的家中治好患水肿的人,教导勿居首位的谦卑与不求回报的待客之道,并设大宴席的比喻;随后向众人阐明作门徒必须舍弃一切、背起十字架的代价。
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων [τῶν] Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
安息日,耶稣到一个法利赛人的首领家里去吃饭,他们都在窥探他。
καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
看哪,在他面前有一个患水肿的人。
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων Ἔξεστιν τῷ σαββάτῳ θεραπεῦσαι ἢ οὔ; οἱ δὲ ἡσύχασαν.
耶稣对律法学者和法利赛人说:“在安息日治病可以不可以?”他们却静默不言。
καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
耶稣扶着那人,医治了他,让他走了。
καὶ πρὸς αὐτοὺς εἶπεν Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου;
又对他们说:“你们中间谁有儿子或牛落在井里,在安息日不立刻把它拉上来呢?”
καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
他们对这些话不能答复。
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μή ποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
耶稣见被请的客怎样拣选首位,就对他们设一个比喻,说:“你被人请去赴婚宴的时候,不要坐在首位上,恐怕有比你更尊贵的客被他请来,那请你和他的主人必来对你说:‘让位给这一位吧!’那时你就必羞羞惭惭地往末位去了。
ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
你被请的时候,就去坐在末位上,好叫那请你的人来对你说:‘朋友,请上坐。’那时你在同席的人面前就有光彩了。
ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
因为凡自高的,必降为卑;自卑的,必升为高。”
Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μή ποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
耶稣又对请他的人说:“你摆设午饭或晚饭,不要请你的朋友、弟兄、亲属和富足的邻舍,恐怕他们也请你,你就得了报答。
ἀλλʼ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς·
你摆设宴席,倒要请那贫穷的、残废的、瘸腿的、瞎眼的, 你就有福了!
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
因为他们没有可报答你的;到义人复活的时候,你必要得着报答。”
Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
同席的有一人听见这话,就对耶稣说:“在神国里吃饭的有福了!”
ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις Ἔρχεσθε ὅτι ἤδη ἕτοιμά ἐστιν.
耶稣对他说:“有一人摆设大宴席,请了许多客。到了坐席的时候,打发仆人去对所请的人说:‘请来吧!样样都齐备了。’
καὶ ἤρξαντο ἀπὸ μιᾶς1 πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.2
众人却齐心推辞。头一个对他说:‘我买了一块地,必须出去看看。请你准我辞了。’
καὶ ἕτερος εἶπεν Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
又有一个说:‘我买了五对牛,要去试一试。请你准我辞了。’
καὶ ἕτερος εἶπεν Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
又有一个说:‘我才娶了妻,所以不能去。’
καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
那仆人回来,把这些事都告诉了主人。家主就动怒,对仆人说:‘快出去,到城里宽阔的街道和小巷,把那贫穷的、残废的、瞎眼的、瘸腿的,都领到这里来。’
καὶ εἶπεν ὁ δοῦλος Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
仆人说:‘主啊,你所吩咐的已经办了,还有空位。’
καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·
主人对仆人说:‘你出去到路上和篱笆那里,勉强人进来,坐满我的屋子。
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου.
我告诉你们:先前所请的那些人,没有一个得尝我的宴席。’”
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
有极多的人和耶稣同行,他转过来对他们说:“人到我这里来,若不恨自己的父母、妻子、儿女、弟兄、姐妹,甚至自己的性命,就不能作我的门徒。
ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
凡不背着自己十字架跟从我的,也不能作我的门徒。
τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;3
你们中间谁要盖一座楼,不先坐下算计花费,看能不能盖成呢?
ἵνα μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
恐怕安了地基,不能成功,看见的人都嗤笑他,说:‘这个人开了工,却不能完工。’
ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συνβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν;
或是一个王出去和别的王交战,岂不先坐下酌量,能不能用一万人去敌那领二万人来攻打他的人吗?
εἰ δὲ μήγε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ πρὸς εἰρήνην.4
若是不能,就趁敌人还远的时候,派使者去求和平的条款。
οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής.
这样,你们无论什么人,若不撇下一切所有的,就不能作我的门徒。
Καλὸν οὖν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
盐本是好的;盐若失了味,可用什么叫它再咸呢?
οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
或用在田里,或堆在粪里,都不合式,人把它扔在外面。有耳可听的,就应当听!”
- 14.18ἀπὸ μιᾶς
省略性成语短语,阴性单数属格数词 μιᾶς 后省略了修饰名词。按上下文可补出 γνώμης(心意、意见)或 ὁρμῆς(冲动),作状语短语,意为“异口同声地”、“齐心地”或“一致地”。
- 14.18ἔχε με παρῃτημένον
动词 ἔχω 的命令语气与完成时被动分词 παρῃτημένον 构成述语补足语搭配,修饰宾格代词 με(相当于拉丁语习惯用语 habe me excusatum)。构成客套的婉拒句式,意为“请准我辞了”或“请原谅我”。
- 14.28εἰ ἔχει εἰς ἀπαρτισμόν
在由连接词 εἰ 引导的间接疑问从句中,动词 ἔχει 作不及物/绝对用法(意为“具有资力/手段”),与介词短语 εἰς ἀπαρτισμόν(为了完工)连用,表达“是否有足够的资力完工”。亦可视为省略了宾语 τὰ δέοντα(所需之物)。
- 14.32ἐρωτᾷ πρὸς εἰρήνην
动词 ἐρωτάω(请求、询问)与介词短语 πρὸς εἰρήνην 结合的外交惯用表述(反映了希伯来语习惯用法),意为“求和平的条款”或“谋求媾和”。
