- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:16.1-16.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣通过不义管家的比喻教导门徒善用钱财并专心侍奉上帝,斥责了嗤弄他的法利赛人,并以财主和拉撒路的故事阐明死后报应与遵从律法和先知话语的重要性。
Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητὰς Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
耶稣又对门徒们说:“有一个财主,他有一个管家;有人向主人告发这人挥霍主人的财产。
καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
主人叫了他来,对他说:‘我听见关于你的这事,究竟是怎样?把你管家的账目交出来,因为你不能再作管家了。’
εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπʼ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι·
管家心里说:‘主人要免去我管家的职务,我该做什么呢?锄地,我没有力气;讨饭,我又害羞。
ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.
我知道该做什么了,好叫我在被免去管家职务的时候,有人接我到他们的家里去。’
καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφιλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ Πόσον ὀφείλεις τῷ κυρίῳ μου;
于是他把欠他主人债的,一个一个地叫来,问第一个说:‘你欠我主人多少?’
ὁ δὲ εἶπεν Ἑκατὸν βάτους ἐλαίου· ὁ δὲ εἶπεν αὐτῷ Δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
他说:‘一百桶油。’管家对他说:‘拿你的字据,快坐下来写五十。’
ἔπειτα ἑτέρῳ εἶπεν Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν Ἑκατὸν κόρους σίτου· λέγει αὐτῷ Δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα.
然后对另一个说:‘你呢,欠多少?’他说:‘一百石麦子。’管家对他说:‘拿你的字据,写八十。’
καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας1 ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν2 εἰσίν.
主人就夸奖这不义的管家做事精明;因为今世之子在对待他们同世的人上,比光明之子更加精明。
Καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.
我也告诉你们:要藉着那不义的钱财为自己结交朋友,好叫钱财无用的时候,他们可以接你们到永恒的住处去。
ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
在极小的事上忠心的,在大事上也忠心;在极小的事上不义的,在大事上也不义。
εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
如果你们在不义的钱财上不忠心,谁会把真正的财富托付给你们呢?
καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἡμέτερον τίς δώσει ὑμῖν;
如果你们在别人的东西上不忠心,谁会把属于我们自己的给你们呢?
Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
没有一个家仆能服事两个主人;因为他若不是恨这个爱那个,就是忠于这个轻视那个。你们不能又服事上帝,又服事金钱。”
Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
法利赛人贪爱钱财,听见这一切的话,就嘲笑耶稣。
καὶ εἶπεν αὐτοῖς Ὑμεῖς ἐστὲ οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
耶稣对他们说:“你们是在人面前自以为义的,上帝却知道你们的心;因为在人中间被尊为高尚的,在上帝面前却是可憎恶的。
Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάνου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.3
律法和先知直到约翰为止;从那时起,上帝之国的福音传扬开来,人人都用力挤进去。
Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κερέαν πεσεῖν.
天地废去,比律法的一画落空还要容易。
Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
凡休妻另娶的,就是犯奸淫;娶被丈夫休了的妇人的,也是犯奸淫。
Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθʼ ἡμέραν λαμπρῶς.
有一个财主,身穿紫色袍和细麻衣,天天奢华宴乐。
πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
又有一个名叫拉撒路的穷人,浑身生疮,被放在财主的门口, 巴不得拿从财主桌子上掉下来的碎屑充饥;甚至狗也跑来舔他的疮。
ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
后来那穷人死了,被天使们带到亚伯拉罕的怀里;财主也死了,并且埋葬了。
καὶ ἐν τῷ ᾄδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
他在阴间受痛苦,举目远远地看见亚伯拉罕,并看见拉撒路在他怀里, 就喊着说:‘父亚伯拉罕啊,怜悯我吧!
καὶ αὐτὸς φωνήσας εἶπεν Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος4 καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
打发拉撒路来,用指头尖蘸点水,凉凉我的舌头,因为我在这火焰里受尽折磨。’
εἶπεν δὲ Ἀβραάμ Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι.
亚伯拉罕说:‘孩子,你该回想你生前享过你的福,拉撒路也同样受过苦;现在他在这里得安慰,你却受折磨。
καὶ ἐν πᾶσι τούτοις5 μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
不仅这一切,在我们和你们之间有大深渊隔开,以致人想要从这边过到你们那边去是不可能的,从那边越到我们这边来也是不行的。’
εἶπεν δέ Ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
财主说:‘父亲啊,既是这样,求你打发拉撒路到我父亲家里去,因为我还有五个弟兄,好让他向他们作见证,免得他们也来到这痛苦的地方。’
λέγει δὲ Ἀβραάμ Ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
亚伯拉罕说:‘他们有摩西和先知,让他们听从他们吧。’
ὁ δὲ εἶπεν Οὐχί, πάτερ Ἀβραάμ, ἀλλʼ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν.
他说:‘不,父亚伯拉罕,若有人从死人中到他们那里去,他们必要悔改。’
εἶπεν δὲ αὐτῷ Εἰ Μωυσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδʼ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
亚伯拉罕对他说:‘如果他们不听从摩西和先知,即便有人从死人中复活,他们也不会被劝服的。’”
- 16.8τὸν οἰκονόμον τῆς ἀδικίας
属格 τῆς ἀδικίας 属于源自闪米特语习惯的特质属格(genitive of quality),在语义上等同于修饰性形容词(即“不义的管家”)。第9节中的 τοῦ μαμωνᾶ τῆς ἀδικίας 亦属同类构词法。
- 16.8εἰς τὴν γενεὰν τὴν ἑαυτῶν
介词短语 εἰς τὴν γενεὰν τὴν ἑαυτῶν 限定了比较级形容词 φρονιμώτεροι 的适用范围,表示“在对待同辈人时”或“相对于他们自己那一代人而言”。
- 16.16πᾶς εἰς αὐτὴν βιάζεται
动词 βιάζεται 作中间态自动词用法,意为“人人都用力挤进去”。虽然语法上亦可理解为被动态(“人人都被强力催促进入”),但结合方向介词 εἰς,中间态自动词的解法更为符合语境。
- 16.24ὕδατος
属格 ὕδατος 作为动词 βάπτω(浸、蘸)的修饰成分,充当表示浸泡介质的材料属格,或表示“一点水”的部分属格。
- 16.26ἐν πᾶσι τούτοις
介词短语 ἐν πᾶσι τούτοις 表达了附加意义,即“在这所有之上”或“除了这一切之外”(反映了类似于 ἐπί 的闪米特语介词用法),而非单纯的方位或时间状态。
