- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:13.1-13.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣借时事与不结果的无花果树比喻敦促众人悔改,在安息日医治驼背妇人并驳斥伪善,随后教导窄门与神国的扩展,面对希律的威胁发出对耶路撒冷的哀叹。
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
正当那时,有些人来到,把彼拉多将加利利人的血与他们的祭物搀杂的事告诉耶稣。
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους1 ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν;
耶稣回答他们说:“你们以为这些加利利人比众加利利人更有罪,所以受这害吗?
οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε.
我告诉你们,不是的!你们若不悔改,都要如此灭亡。
ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ;
或者西罗亚楼倒塌,压死的那十八个人,你们以为他们比一切住在耶路撒冷的人更负有罪债吗?
οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοήσητε πάντες ὡσαύτως ἀπολεῖσθε.
我告诉你们,不是的!你们若不悔改,都要这样灭亡。”
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν.
耶稣说了这个比喻:“有人在自己的葡萄园里栽了一棵无花果树;他来在树上找果子,却找不着。
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν Ἰδοὺ τρία ἔτη ἀφʼ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἵνα τί2 καὶ τὴν γῆν καταργεῖ;
他就对管园的说:‘看哪,这三年来,我来在这无花果树上找果子,竟找不着。把它砍了吧,何必白占地土呢?’
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.3
管园的回答说:‘主人,今年且留着,等我周围掘开土,加上肥料;以后若结果子便罢,不然再把它砍了。’”
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν.
安息日,耶稣在一个会堂里教导人。
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα ὀκτώ, καὶ ἦν συνκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
看哪,有一个女人被软弱的灵附着,已经十八年了,腰弯得一点都直不起来。
ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου , καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν.
耶稣看见,就叫过她来,对她说:“妇人,你的软弱除去了!”于是按手在她身上,她立刻直起腰来,就归荣耀与神。
ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
管会堂的因为耶稣在安息日治病,就气愤地对众人说:“有六日应当做工;在那六日之内可以来求医,在安息日却不可。”
ἀπεκρίθη δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπάγων ποτίζει;
主回答他说:“伪善的人哪,难道你们各人在安息日不解开槽上的牛驴,牵去饮水吗?
ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
况且这妇人本是亚伯拉罕的后裔,被撒但捆绑了这十八年,不当在安息日解开这捆绑吗?”
Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.
耶稣说这些话,所有与他为敌的人都惭愧了;众人都因他所行一切荣耀的事而欢喜。
Ἔλεγεν οὖν Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
耶稣说:“神的国好像什么?我拿什么来比拟呢?
ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ "τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ."
好比一粒芥菜种,有人拿去种在自己的园子里,长大成树,‘天上的飞鸟宿在它的枝条上。’”
Καὶ πάλιν εἶπεν Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ;
又说:“我拿什么来比拟神的国呢?
ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.
好比面酵,有妇人拿来藏在三斗面里,直等全团都发起来。”
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἰεροσόλυμα.
耶稣往耶路撒冷去,在所经过的城邑乡村教导人。
Εἶπεν δέ τις αὐτῷ Κύριε, εἰ ὀλίγοι οἱ σωζόμενοι;4 ὁ δὲ εἶπεν πρὸς αὐτούς Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν, ἀφʼ οὗ ἂν ἐγερθῇ5 ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
有一个人对他说:“主啊,得救的人少吗?”耶稣对众人说: “你们要努力进窄门。我告诉你们,将有许多人想要进去,却是不能。及至家主起来关了门,你们站在外面叩门,说:‘主啊,给我们开门!’他就回答你们说:‘我不知道你们是从哪里来的。’
τότε ἄρξεσθε λέγειν Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας·
那时,你们要说:‘我们在你面前吃过喝过,你也在我们的街市上教导过人。’
καὶ ἐρεῖ λέγων ὑμῖν Οὐκ οἶδα πόθεν ἐστέ· "ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ἐργάται ἀδικίας."
他要对你们说:‘我不知道你们是从哪里来的。你们这一切行不义的人,离开我去吧!’
Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
你们要看见亚伯拉罕、以撒、雅各和众先知都在神的国里,你们倒被赶到外面,在那里必要哀哭切齿了。
καὶ ἥξουσιν "ἀπὸ ἀνατολῶν καὶ δυσμῶν" καὶ ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
从东、从西、从南、从北将有人来,在神的国里坐席。
καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
看哪,有在后的将要在前,有在前的将要在后。”
Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.
正当那时,有几个法利赛人来对耶稣说:“离开这里去吧,因为希律想要杀你。”
καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.
耶稣对他们说:“你们去告诉那个狐狸说:‘看哪,今天明天我赶鬼治病,第三天我的事就成全了。’
πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
虽然这样,今天、明天、后天,我必须前行,因为先知不得在耶路撒冷之外丧命。
Ἰερουσαλήμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν,— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας,6 καὶ οὐκ ἠθελήσατε.
耶路撒冷啊,耶路撒冷啊,你常杀害先知,又用石头打死奉差遣到你这里来的人!我多次愿意聚集你的儿女,好像母鸡把自己的小鸡聚集在翅膀底下,只是你们不愿意。
ἰδοὺ "ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν." λέγω [δὲ] ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως εἴπητε "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου."
看哪,‘你们的家要留给你们。’ 我告诉你们:你们不得再见我,直等到你们说: ‘奉主名来的是应当称颂的!’”
- 13.2παρὰ πάντας τοὺς Γαλιλαίους
介词 παρά 接宾格,在此处表示比较(“比所有其他加利利人更……”),其功能相当于比较级后的 ἤ。这种介词用法在通用希腊语和新约希腊语中十分常见。
- 13.7ἵνα τί
源自 ἵνα τί γένηται(“为了发生什么事”)的省略惯用语,用作疑问代词短语,意为“为什么”或“何必”(等同于 διὰ τί)。其后的 καί 为副词性加强语气(“甚至 / 白白地耗损土地”)。
- 13.9κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.
这是省笔/顿断法(aposiopesis)的经典句式:在条件分句 κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον(“以后如果结果子……”)之后,省略了正面的结果分句(隐含“便好 / 就留着它”),紧接着由 εἰ δὲ μήγε(“若是不然”)引出砍树的惩戒性结果。
- 13.23εἰ ὀλίγοι οἱ σωζόμενοι;
连词 εἰ 在此引出一个直接疑问句。古典希腊语中 εἰ 主要引导间接疑问句(“是否”),但在通用希腊语和新约文献中,受口语习惯及希伯来语疑问助词 הֲ (ha) 的影响,εἰ 常用于直接疑问句之首。
- 13.25ἀφʼ οὗ ἂν ἐγερθῇ
ἀφʼ οὗ ἂν 是表示时间的从属连词短语(“一旦……之后 / 自……之时起”)。在句法上,它既可看作修饰第24节结尾(“一旦家主起来关了门,他们就不能进去了”),也可视为开启第25节整个主从复合句的时间从句(“及至家主起来关了门,你们开始叩门……他要回答说”)。两种分析都符合上下文叙事逻辑。
- 13.34ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας
短语 ὃν τρόπον(“以……的方式 / 正如”)是副词性宾格,用作比较关系词。在该比喻分句内部,省略了与主句不定式 ἐπισυνάξαι(聚集)相对应的动词,只保留了宾语(τὴν ἑαυτῆς νοσσιάν,“她的小鸡”)和介词短语(ὑπὸ τὰς πτέρυγας,“在翅膀底下”)。
