- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:12.31-12.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣教导门徒寻求天上的财宝,做警醒等候主人的忠心仆人,并预告自己的使命将带来考验与分裂;同时敦促众人分辨时代的征兆,在审判来临前及早省察和解。
πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα προστεθήσεται ὑμῖν.
你们只当寻求他的国,这些东西就必加给你们了。
μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
你们这小群,不要怕,因为你们的父乐意把国赐给你们。
Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
你们要变卖所有的,分给穷人;为自己预备用不旧的钱袋,在天上积存用不尽的财宝,在那里没有贼靠近,也没有虫蛀坏。因为你们的财宝在哪里,你们的心也在那里。
Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος1 εὐθέως ἀνοίξωσιν αὐτῷ.
你们的腰当束上,灯也要点着;你们自己要像等候主人从婚宴回来的人一样,好在主人来到敲门时,立刻给他开门。
μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς.
主人来到,看见仆人警醒,那些仆人就有福了。我实在告诉你们,主人必束上带,叫他们坐席,自己走前来服侍他们。
κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι.
主人或是二更来,或是三更来,看见他们这样,那些仆人就有福了。
τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
但你们要知道:家主若知道贼几点来,就必警醒,不容自己的房屋被挖通了。
καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Εἶπεν δὲ ὁ Πέτρος Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
你们也要预备,因为在你们想不到的时刻,人子就来了。” 彼得说:“主啊,这比喻是对我们说的,还是对众人说的呢?”
καὶ εἶπεν ὁ κύριος Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ [τὸ] σιτομέτριον;
主说:“谁是那忠心有见识的管家,主人立他管辖家仆,按时分粮给他们呢?
μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως·
主人来到,看见仆人这样行,那仆人就有福了。
ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
我实在告诉你们,主人要派他管理一切所有的。
ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
倘若那仆人心里说:‘我的主人必来得迟’,就动手打仆人和使女,并且吃喝醉酒; 在想不到的日子,不知道的时刻,那仆人的主人必来,严严地处治他,定他和不忠心的人同罪。
ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·2 ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
仆人知道主人的意思,却不预备,又不顺从他的意思行,那仆人必多受责打; 惟有那不知道的,做了当受责打的事,必少受责打。因为多给谁,就向谁多取;多托谁,就向谁多要。
Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;3
我来要把火丢在地上,倘若已经着起来,我还有什么所求的呢?
βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
但我有当受的洗礼;在还没有成就之前,我是何等地受催逼!
δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ4 διαμερισμόν.
你们以为我来,是叫地上享太平吗?我告诉你们,不是,乃是叫人纷争。
ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ "υἱὸς ἐπὶ πατρί," μήτηρ ἐπὶ θυγατέρα καὶ "θυγάτηρ ἐπὶ τὴν μητέρα," πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ "νύμφη ἐπὶ τὴν πενθεράν."
从今以后,一家五个人将要纷争:三个人反对两个人,两个人反对三个人;他们将要纷争:父亲反对儿子, 儿子反对父亲; 母亲反对女儿, 女儿反对母亲; 婆婆反对媳妇, 媳妇反对婆婆。”
Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται.
耶稣又对众人说:“你们看见西边起了云彩,就立刻说:‘要下一阵雨了’,果然是这样;起了南风,就说:‘将要燥热了’,也就有了。
ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν;
伪善的人哪,你们知道分辨天地的气色,怎么不知道分辨这时代呢?
Τί δὲ καὶ ἀφʼ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
你们又为何不自己审量什么是合理的呢?
ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν5 ἀπηλλάχθαι [ἀπʼ] αὐτοῦ, μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
你同告你的对头去见官,还在路上,就当尽力和解,免得他拉你到法官面前,法官把你交给差役,差役把你下在监里。
λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
我告诉你,若有半文钱没有还清,你断不能从那里出来。”
- 12.36ἐλθόντος καὶ κρούσαντος
属格独立结构(genitive absolute),其逻辑主语承接前句的宾语 τὸν κύριον ἑαυτῶν,在 ἵνα 引导的目的从句中表示时间或条件(“当他来敲门时”)。
- 12.47δαρήσεται πολλάς
被动语态动词 δαρήσεται(“被责打”)后接阴性复数宾格形容词 πολλάς(以及下一节的 ὀλίγας),此处省略了阴性名词 πληγάς(“鞭打、责打”),构成同源/副词性宾格。
- 12.49τί θέλω εἰ ἤδη ἀνήφθη;
对于连接词 εἰ 的语法功能主要有两种解释:(1) 作条件从句“如果”,构成反问修辞:“如果火已经着起来,我还求什么呢?”;(2) 受希伯来语思维影响表示愿望(“恨不得”),作感叹:“若它已经着起来,我是多么希望如此啊!”两种解读均表达了使命迫近的焦迫心境。
- 12.51ἀλλʼ ἢ
紧接否定应答 οὐχί 之后的固定短语,相当于“无非是/除了……之外没有别的”或“反而是”,起排他性与强调作用。
- 12.58δὸς ἐργασίαν
拉丁语习惯表达 operam dare(“尽力、努力做”)的逐词翻译(拉丁借用语),后接完成时被动不定词 ἀπηλλάχθαι,意为“尽力摆脱干系/达成和解”。
