- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:12.1-12.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣警告门徒防备伪善,教导他们当敬畏神并依靠圣灵。他又借无知财主的比喻告诫人远避贪心,并劝勉门徒不要为日用忧虑,因神必看顾供应。
Ἐν οἷς1 ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων.
正当成千上万的群众聚集、甚至彼此践踏的时候,耶稣先对门徒说:“你们要提防法利赛人的酵,那就是伪善。
Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
掩盖的事,没有不显露出来的;隐藏的事,没有不被人知道的。
ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
因此,你们在黑暗中所说的一切,都将在光明中被人听见;在内室附耳所说的,都将在房顶上被宣扬。
Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε·
我的朋友,我对你们说,不要怕那些杀身体以后不能再做什么的人。 我要指示你们该怕的是谁:
φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
当怕那杀了以后有权柄扔进地狱里的;是的,我告诉你们,正要怕他!
οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.
五只麻雀不是卖两个大钱吗?但在神面前,连一只也不被遗忘。
ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
就是你们的头发,也都被数过了。不要怕,你们比许多麻雀贵重得多。
Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
我又告诉你们,凡在人面前承认我的,人子在神的使者面前也必承认他;在人面前不认我的,在神的使者面前也必不被认。
Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
凡说话干犯人子的,还可得赦免;但亵渎圣灵的,必不得赦免。
Ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς [ἢ τί] ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
当他们把你们拉到会堂、官长和有权柄的人面前时,不要忧虑怎样申辩、申辩什么,或者说什么;因为圣灵就在那时刻,必指教你们应当说的话。”
Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν.
众人中有一个人对耶稣说:“夫子,请吩咐我的弟兄和我分家业。”
ὁ δὲ εἶπεν αὐτῷ Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφʼ ὑμᾶς;
耶稣对他说:“你这个人,谁立我作你们的审判官或分家业的人呢?”
εἶπεν δὲ πρὸς αὐτούς Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.2
于是对他们说:“你们要留心自守,免去一切的贪心,因为人的生命不在于家产丰盈。”
Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.
耶稣对他们设一个比喻,说:“有一个财主,田产丰盛。
καὶ διελογίζετο ἐν αὑτῷ λέγων Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
他自己心里思想说:‘我没有地方积存我的出产,该怎么办呢?’
καὶ εἶπεν Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ [κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε], εὐφραίνου.
又说:‘我要这么办:要把我的仓房拆了,另盖更大的,在那里好积存我一切的粮食和财物, 然后对我的灵魂说:“灵魂哪,你有许多财物积存,可作多年的费用,只管安安逸逸地吃喝快乐吧!”’
εἶπεν δὲ αὐτῷ ὁ θεός Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
神却对他说:‘无知的人哪,今夜就要向你索要你的灵魂;那么,你所预备的要归谁呢?’
[Οὕτως ὁ θησαυρίζων αὑτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.]
凡为自己积财,在神面前却不富足的,也是这样。”
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [αὐτοῦ] Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι [ὑμῶν] τί ἐνδύσησθε. ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
耶稣又对门徒说:“所以我告诉你们,不要为生命忧虑吃什么,也不要为身体忧虑穿什么;因为生命胜于饮食,身体胜于衣裳。
κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν.
你们想一想乌鸦:它们既不种也不收,没有仓也没有库,神尚且养活它们;你们比飞鸟贵重得多了!
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν;3
你们哪一个能用思虑使自己的寿数多加一刻呢?
εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει·
这最小的事你们尚且不能做,为什么还忧虑其余的事呢?你们想一想百合花是怎样生长的:
οὐ κοπιᾷ οὐδὲ νήθει. λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
它们既不劳苦,也不纺线;但我告诉你们,就是所罗门在极荣华的时候,他所穿戴的还不如这些花中的一朵呢!
εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιάζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.
今天在野里、明天就丢在炉里的草,神还这样给它装扮,何况你们呢,小信的人哪!
καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων·
你们不要寻求吃什么、喝什么,也不要挂虑;因为这都是世上的外邦人所寻求的,你们的父却知道你们需要这些东西。
- 12.1Ἐν οἷς
由中性复数与格关系代词 οἷς 构成的惯用时间短语,意为“在此期间”或“正当那时”,表示承接前文与法利赛人争论时的过渡。
- 12.15οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτῷ
否定词 οὐκ 修饰整句谓语。ἐν τῷ περισσεύειν τινί 为带冠词的不定词与格,表示状态(“当人拥有丰富时”);ἐκ τῶν ὑπαρχόντων αὐτῷ 表示主语 ἡ ζωὴ αὐτοῦ 的来源或依托。整句结构为:“人的生命并不因其家产丰厚就源于其所有之物”。
- 12.25ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι πῆχυν
名词 ἡλικία 既可指“身量/身高”,亦可指“寿数/寿命”。πῆχυς(肘,长约45厘米)本是长度单位,但此处被比喻性地用于时间刻度。鉴于下一节将此事称为“最小的事”(ἐλάχιστον)——身高增加一肘是极惊人的巨变,而给生命微延片刻在人愿景中微不足道——因此此处取“寿数”解更符合语境。
