← 新约圣经

路加福音

§11.29-11.54

约拿的神迹与对法利赛人的灾祸宣告

耶稣对求神迹的众人宣布约拿的神迹并论及身上的光,随后在席间对伪善的法利赛人和律法师宣告严厉的灾祸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.29

Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστιν· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ.

当众人聚集的时候,耶稣开讲说:“这世代是一个邪恶的世代。它寻求神迹,除了约拿的神迹以外,再没有神迹给它。

§11.30

καθὼς γὰρ ἐγένετο [ὁ] Ἰωνᾶς τοῖς Νινευείταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.

约拿怎样成了尼尼微人的神迹,人子也要照样成为这世代的神迹。

§11.31

βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.

在审判的时候,南方的女王要同这世代的人起来,定他们的罪;因为她从地极而来,要听所罗门的智慧,看哪,在这里有比所罗门更大的。

§11.32

ἄνδρες Νινευεῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

在审判的时候,尼尼微人要同这世代起来,定这世代的罪;因为他们听了约拿所传的就悔改了,看哪,在这里有比约拿更大的。

§11.33

Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν.

没有人点灯放在地窖里,或是斗底下,总是放在灯台上,使进来的人得见亮光。

§11.34

Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου. ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτινόν.

你的眼睛就是身体的灯。你的眼睛健全,全身就光明;若是败坏,身体也黑暗。

§11.35

σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.1

所以你要察看,你里面的光是不是黑暗。

§11.36

εἰ οὖν τὸ σῶμά σου ὅλον φωτινόν, μὴ ἔχον μέρος τι σκοτινόν, ἔσται φωτινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

若是你全身光明,毫无黑暗的部分,就必全然光明,如同灯的亮光照亮你一样。”

§11.37

Ἐν δὲ τῷ λαλῆσαι ἐρωτᾷ αὐτὸν Φαρισαῖος ὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.

耶稣正说话的时候,有一个法利赛人请他去同他吃饭,耶稣就进去坐席。

§11.38

ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.

这法利赛人看见耶稣饭前不先洗净,就诧异。

§11.39

εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.

主对他说:“如今你们法利赛人洗净杯盘的外面,你们里面却满了强暴和邪恶。

§11.40

ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;

无知的人哪,造外面的,不也造里面吗?

§11.41

πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην,2 καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστίν.

只要把里面的施舍给人,看哪,凡物对你们就都洁净了。

§11.42

ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ παρεῖναι.

但是你们法利赛人有祸了!因为你们把薄荷、芸香并各样菜蔬献上十分之一,公义和爱神的事反倒忽略了。这些原是应当行的,那些也是不可忽略的。

§11.43

οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.

你们法利赛人有祸了!因为你们喜爱会堂里的首位,又喜爱人在街市上向你们问安。

§11.44

οὐαὶ ὑμῖν, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.

你们有祸了!因为你们如同不显露的坟墓,走在上面的人并不知道。”

§11.45

Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.

律法师中有一个回答耶稣说:“夫子,你说这些话,把我们也侮辱了。”

§11.46

ὁ δὲ εἶπεν Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.

耶稣说:“你们律法师也有祸了!因为你们把难担的重担搁在人身上,自己连一个指头也不触碰那些重担。

§11.47

οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.

你们有祸了!因为你们修造先知的坟墓,而杀害他们的正是你们的祖宗。

§11.48

ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε.3

可见你们是见证人,赞成你们祖宗的作为;因为他们杀了先知,你们修造坟墓。

§11.49

διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν, ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης, ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.

所以神的智慧也曾说:‘我要差遣先知和使徒到他们那里去,有的他们要杀害,有的他们要逼迫’, 使创世以来所流众先知的血,都要向这世代追讨,就是从亚伯的血起,直到在祭坛和圣所之间丧命的撒迦利亚的血为止。是的,我告诉你们,都要向这世代追讨。

§11.52

οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.

你们律法师有祸了!因为你们把知识的钥匙夺了去,自己不进去,正要进去的人,你们也阻挡他们。”

§11.53

Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ.

耶稣从那里出来,文士和法利赛人就极力怀恨,盘问他许多事,窥伺他,要从他口中抓把柄。

语法注3 条
  1. 11.35σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.

    在表示谨慎、提防的动词 σκόπει 之后,从句使用了现在直陈式(ἐστίν)而非惯常的虚拟式(ᾖ)。这并非单纯表达对未来可能性的担忧(“免得成为黑暗”),而是提醒人省察并确认当前可能已经存在的现实(“当心你里面的光是否实际上就是黑暗”)。

  2. 11.41πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην

    实质化的中性复数分词 τὰ ἐνόντα(里面的东西)作为动词 δότε 的直接宾语,ἐλεημοσύνην 则作为谓语性宾格(“作为施舍”)。在语境中,它与前节所述器皿的“外面”相对照,指器皿内的物件(即财产、内心所存),要求将内在所有施舍于人,以此对抗外在的洁净礼仪。

  3. 11.48ἄρα μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ οἰκοδομεῖτε.

    从 ἄρα(可见/所以)引向 ὅτι 从句的反讽性推论结构。分句间的对照(αὐτοὶ μὲν ἀπέκτειναν... ὑμεῖς δὲ οἰκοδομεῖτε)解释了为何修造坟墓会成为赞同祖先作为(συνευδοκεῖτε)的证据:表面上是出于尊崇的建墓行为,在此被反讽性地视为替祖宗的杀害画上句号、一同坐实的共犯举动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:11.29-11.54